Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Proverbs
9
Παροιμίαι
1
2
3
…
7
8
9
10
11
…
29
30
31
1
ἡ
σοφία
ᾠκοδόμησεν
ἑαυτῇ
οἶκον
καὶ
ὑπήρεισεν
στύλους
ἑπτά
2
ἔσφαξεν
τὰ
ἑαυτῆς
θύματα
ἐκέρασεν
εἰς
κρατῆρα
τὸν
ἑαυτῆς
οἶνον
καὶ
ἡτοιμάσατο
τὴν
ἑαυτῆς
τράπεζαν
3
ἀπέστειλεν
τοὺς
ἑαυτῆς
δούλους
συγκαλούσα
μετὰ
ὑψηλοῦ
κηρύγματος
ἐπὶ
κρατῆρα
λέγουσα
4
ὅς
ἐστιν
ἄφρων
ἐκκλινάτω
πρός
με
καὶ
τοῗς
ἐνδεέσι
φρενῶν
εἶπεν
5
ἔλθατε
φάγετε
τῶν
ἐμῶν
ἄρτων
καὶ
πίετε
οἶνον
ὃν
ἐκέρασα
ὑμῗν
6
ἀπολείπετε
ἀφροσύνην
καὶ
ζήσεσθε
καὶ
ζητήσατε
φρόνησιν
ἵνα
βιώσητε
καὶ
κατορθώσατε
ἐν
γνώσει
σύνεσιν
7
ὁ
παιδεύων
κακοὺς
λήμψεται
ἑαυτῷ
ἀτιμίαν
ἐλέγχων
δὲ
τὸν
ἀσεβῆ
μωμήσεται
ἑαυτόν
8
μὴ
ἔλεγχε
κακούς
ἵνα
μὴ
μισῶσίν
σε
ἔλεγχε
σοφόν
καὶ
ἀγαπήσει
σε
9
δίδου
σοφῷ
ἀφορμήν
καὶ
σοφώτερος
ἔσται
γνώριζε
δικαίῳ
καὶ
προσθήσει
τοῦ
δέχεσθαι
10
ἀρχὴ
σοφίας
φόβος
κυρίου
καὶ
βουλὴ
ἁγίων
σύνεσις
11
τούτῳ
γὰρ
τῷ
τρόπῳ
πολὺν
ζήσεις
χρόνον
καὶ
προστεθήσεταί
σοι
ἔτη
ζωῆς
σου
12
υἱέ
ἐὰν
σοφὸς
γένῃ
σεαυτῷ
σοφὸς
ἔσῃ
καὶ
τοῗς
πλησίον
ἐὰν
δὲ
κακὸς
ἀποβῇς
μόνος
ἀναντλήσεις
κακά
13
γυνὴ
ἄφρων
καὶ
θρασεῗα
ἐνδεὴς
ψωμοῦ
γίνεται
ἣ
οὐκ
ἐπίσταται
αἰσχύνην
14
ἐκάθισεν
ἐπὶ
θύραις
τοῦ
ἑαυτῆς
οἴκου
ἐπὶ
δίφρου
ἐμφανῶς
ἐν
πλατείαις
15
προσκαλουμένη
τοὺς
παριόντας
καὶ
κατευθύνοντας
ἐν
ταῗς
ὁδοῗς
αὐτῶν
16
ὅς
ἐστιν
ὑμῶν
ἀφρονέστατος
ἐκκλινάτω
πρός
με
ἐνδεέσι
δὲ
φρονήσεως
παρακελεύομαι
λέγουσα
17
ἄρτων
κρυφίων
ἡδέως
ἅψασθε
καὶ
ὕδατος
κλοπῆς
γλυκεροῦ
18
ὁ
δὲ
οὐκ
οἶδεν
ὅτι
γηγενεῗς
παρ
αὐτῇ
ὄλλυνται
καὶ
ἐπὶ
πέτευρον
ᾅδου
συναντᾷ
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss