Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Proverbs
10
Παροιμίαι
1
2
3
…
8
9
10
11
12
…
29
30
31
1
υἱὸς
σοφὸς
εὐφραίνει
πατέρα
υἱὸς
δὲ
ἄφρων
λύπη
τῇ
μητρί
2
οὐκ
ὠφελήσουσιν
θησαυροὶ
ἀνόμους
δικαιοσύνη
δὲ
ῥύσεται
ἐκ
θανάτου
3
οὐ
λιμοκτονήσει
κύριος
ψυχὴν
δικαίαν
ζωὴν
δὲ
ἀσεβῶν
ἀνατρέψει
4
πενία
ἄνδρα
ταπεινοῗ
χεῗρες
δὲ
ἀνδρείων
πλουτίζουσιν
5
διεσώθη
ἀπὸ
καύματος
υἱὸς
νοήμων
ἀνεμόφθορος
δὲ
γίνεται
ἐν
ἀμήτῳ
υἱὸς
παράνομος
6
εὐλογία
κυρίου
ἐπὶ
κεφαλὴν
δικαίου
στόμα
δὲ
ἀσεβῶν
καλύψει
πένθος
ἄωρον
7
μνήμη
δικαίων
μετ
ἐγκωμίων
ὄνομα
δὲ
ἀσεβοῦς
σβέννυται
8
σοφὸς
καρδίᾳ
δέξεται
ἐντολάς
ὁ
δὲ
ἄστεγος
χείλεσιν
σκολιάζων
ὑποσκελισθήσεται
9
ὃς
πορεύεται
ἁπλῶς
πορεύεται
πεποιθώς
ὁ
δὲ
διαστρέφων
τὰς
ὁδοὺς
αὐτοῦ
γνωσθήσεται
10
ὁ
ἐννεύων
ὀφθαλμοῗς
μετὰ
δόλου
συνάγει
ἀνδράσι
λύπας
ὁ
δὲ
ἐλέγχων
μετὰ
παρρησίας
εἰρηνοποιεῗ
11
πηγὴ
ζωῆς
ἐν
χειρὶ
δικαίου
στόμα
δὲ
ἀσεβοῦς
καλύψει
ἀπώλεια
12
μῗσος
ἐγείρει
νεῗκος
πάντας
δὲ
τοὺς
μὴ
φιλονεικοῦντας
καλύπτει
φιλία
13
ὃς
ἐκ
χειλέων
προφέρει
σοφίαν
ῥάβδῳ
τύπτει
ἄνδρα
ἀκάρδιον
14
σοφοὶ
κρύψουσιν
αἴσθησιν
στόμα
δὲ
προπετοῦς
ἐγγίζει
συντριβῇ
15
κτῆσις
πλουσίων
πόλις
ὀχυρά
συντριβὴ
δὲ
ἀσεβῶν
πενία
16
ἔργα
δικαίων
ζωὴν
ποιεῗ
καρποὶ
δὲ
ἀσεβῶν
ἁμαρτίας
17
ὁδοὺς
δικαίας
ζωῆς
φυλάσσει
παιδεία
παιδεία
δὲ
ἀνεξέλεγκτος
πλανᾶται
18
καλύπτουσιν
ἔχθραν
χείλη
δίκαια
οἱ
δὲ
ἐκφέροντες
λοιδορίας
ἀφρονέστατοί
εἰσιν
19
ἐκ
πολυλογίας
οὐκ
ἐκφεύξῃ
ἁμαρτίαν
φειδόμενος
δὲ
χειλέων
νοήμων
ἔσῃ
20
ἄργυρος
πεπυρωμένος
γλῶσσα
δικαίου
καρδία
δὲ
ἀσεβοῦς
ἐκλείψει
21
χείλη
δικαίων
ἐπίσταται
ὑψηλά
οἱ
δὲ
ἄφρονες
ἐν
ἐνδείᾳ
τελευτῶσιν
22
εὐλογία
κυρίου
ἐπὶ
κεφαλὴν
δικαίου
αὕτη
πλουτίζει
καὶ
οὐ
μὴ
προστεθῇ
αὐτῇ
λύπη
ἐν
καρδίᾳ
23
ἐν
γέλωτι
ἄφρων
πράσσει
κακά
ἡ
δὲ
σοφία
ἀνδρὶ
τίκτει
φρόνησιν
24
ἐν
ἀπωλείᾳ
ἀσεβὴς
περιφέρεται
ἐπιθυμία
δὲ
δικαίου
δεκτή
25
παραπορευομένης
καταιγίδος
ἀφανίζεται
ἀσεβής
δίκαιος
δὲ
ἐκκλίνας
σῴζεται
εἰς
τὸν
αἰῶνα
26
ὥσπερ
ὄμφαξ
ὀδοῦσι
βλαβερὸν
καὶ
καπνὸς
ὄμμασιν
οὕτως
παρανομία
τοῗς
χρωμένοις
αὐτήν
27
φόβος
κυρίου
προστίθησιν
ἡμέρας
ἔτη
δὲ
ἀσεβῶν
ὀλιγωθήσεται
28
ἐγχρονίζει
δικαίοις
εὐφροσύνη
ἐλπὶς
δὲ
ἀσεβῶν
ὄλλυται
29
ὀχύρωμα
ὁσίου
φόβος
κυρίου
συντριβὴ
δὲ
τοῗς
ἐργαζομένοις
κακά
30
δίκαιος
τὸν
αἰῶνα
οὐκ
ἐνδώσει
ἀσεβεῗς
δὲ
οὐκ
οἰκήσουσιν
γῆν
31
στόμα
δικαίου
ἀποστάζει
σοφίαν
γλῶσσα
δὲ
ἀδίκου
ἐξολεῗται
32
χείλη
ἀνδρῶν
δικαίων
ἀποστάζει
χάριτας
στόμα
δὲ
ἀσεβῶν
ἀποστρέφεται
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss