Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Proverbs
31
Παροιμίαι
1
2
3
…
29
30
31
1
οἱ
ἐμοὶ
λόγοι
εἴρηνται
ὑπὸ
θεοῦ
βασιλέως
χρηματισμός
ὃν
ἐπαίδευσεν
ἡ
μήτηρ
αὐτοῦ
2
τί
τέκνον
τηρήσεις
τί
ῥήσεις
θεοῦ
πρωτογενές
σοὶ
λέγω
υἱέ
τί
τέκνον
ἐμῆς
κοιλίας
τί
τέκνον
ἐμῶν
εὐχῶν
3
μὴ
δῷς
γυναιξὶ
σὸν
πλοῦτον
καὶ
τὸν
σὸν
νοῦν
καὶ
βίον
εἰς
ὑστεροβουλίαν
4
μετὰ
βουλῆς
πάντα
ποίει
μετὰ
βουλῆς
οἰνοπότει
οἱ
δυνάσται
θυμώδεις
εἰσίν
οἶνον
δὲ
μὴ
πινέτωσαν
5
ἵνα
μὴ
πιόντες
ἐπιλάθωνται
τῆς
σοφίας
καὶ
ὀρθὰ
κρῗναι
οὐ
μὴ
δύνωνται
τοὺς
ἀσθενεῗς
6
δίδοτε
μέθην
τοῗς
ἐν
λύπαις
καὶ
οἶνον
πίνειν
τοῗς
ἐν
ὀδύναις
7
ἵνα
ἐπιλάθωνται
τῆς
πενίας
καὶ
τῶν
πόνων
μὴ
μνησθῶσιν
ἔτι
8
ἄνοιγε
σὸν
στόμα
λόγῳ
θεοῦ
καὶ
κρῗνε
πάντας
ὑγιῶς
9
ἄνοιγε
σὸν
στόμα
καὶ
κρῗνε
δικαίως
διάκρινε
δὲ
πένητα
καὶ
ἀσθενῆ
10
γυναῗκα
ἀνδρείαν
τίς
εὑρήσει
τιμιωτέρα
δέ
ἐστιν
λίθων
πολυτελῶν
ἡ
τοιαύτη
11
θαρσεῗ
ἐπ
αὐτῇ
ἡ
καρδία
τοῦ
ἀνδρὸς
αὐτῆς
ἡ
τοιαύτη
καλῶν
σκύλων
οὐκ
ἀπορήσει
12
ἐνεργεῗ
γὰρ
τῷ
ἀνδρὶ
ἀγαθὰ
πάντα
τὸν
βίον
13
μηρυομένη
ἔρια
καὶ
λίνον
ἐποίησεν
εὔχρηστον
ταῗς
χερσὶν
αὐτῆς
14
ἐγένετο
ὡσεὶ
ναῦς
ἐμπορευομένη
μακρόθεν
συνάγει
δὲ
αὕτη
τὸν
βίον
15
καὶ
ἀνίσταται
ἐκ
νυκτῶν
καὶ
ἔδωκεν
βρώματα
τῷ
οἴκῳ
καὶ
ἔργα
ταῗς
θεραπαίναις
16
θεωρήσασα
γεώργιον
ἐπρίατο
ἀπὸ
δὲ
καρπῶν
χειρῶν
αὐτῆς
κατεφύτευσεν
κτῆμα
17
ἀναζωσαμένη
ἰσχυρῶς
τὴν
ὀσφὺν
αὐτῆς
ἤρεισεν
τοὺς
βραχίονας
αὐτῆς
εἰς
ἔργον
18
ἐγεύσατο
ὅτι
καλόν
ἐστιν
τὸ
ἐργάζεσθαι
καὶ
οὐκ
ἀποσβέννυται
ὅλην
τὴν
νύκτα
ὁ
λύχνος
αὐτῆς
19
τοὺς
πήχεις
αὐτῆς
ἐκτείνει
ἐπὶ
τὰ
συμφέροντα
τὰς
δὲ
χεῗρας
αὐτῆς
ἐρείδει
εἰς
ἄτρακτον
20
χεῗρας
δὲ
αὐτῆς
διήνοιξεν
πένητι
καρπὸν
δὲ
ἐξέτεινεν
πτωχῷ
21
οὐ
φροντίζει
τῶν
ἐν
οἴκῳ
ὁ
ἀνὴρ
αὐτῆς
ὅταν
που
χρονίζῃ
πάντες
γὰρ
οἱ
παρ
αὐτῆς
ἐνδιδύσκονται
22
δισσὰς
χλαίνας
ἐποίησεν
τῷ
ἀνδρὶ
αὐτῆς
ἐκ
δὲ
βύσσου
καὶ
πορφύρας
ἑαυτῇ
ἐνδύματα
23
περίβλεπτος
δὲ
γίνεται
ἐν
πύλαις
ὁ
ἀνὴρ
αὐτῆς
ἡνίκα
ἂν
καθίσῃ
ἐν
συνεδρίῳ
μετὰ
τῶν
γερόντων
κατοίκων
τῆς
γῆς
24
σινδόνας
ἐποίησεν
καὶ
ἀπέδοτο
περιζώματα
δὲ
τοῗς
Χαναναίοις
25
στόμα
αὐτῆς
διήνοιξεν
προσεχόντως
καὶ
ἐννόμως
καὶ
τάξιν
ἐστείλατο
τῇ
γλώσσῃ
αὐτῆς
26
ἰσχὺν
καὶ
εὐπρέπειαν
ἐνεδύσατο
καὶ
εὐφράνθη
ἐν
ἡμέραις
ἐσχάταις
27
στεγναὶ
διατριβαὶ
οἴκων
αὐτῆς
σῗτα
δὲ
ὀκνηρὰ
οὐκ
ἔφαγεν
28
τὸ
στόμα
δὲ
ἀνοίγει
σοφῶς
καὶ
νομοθέσμως
ἡ
δὲ
ἐλεημοσύνη
αὐτῆς
ἀνέστησεν
τὰ
τέκνα
αὐτῆς
καὶ
ἐπλούτησαν
καὶ
ὁ
ἀνὴρ
αὐτῆς
ᾔνεσεν
αὐτήν
29
πολλαὶ
θυγατέρες
ἐκτήσαντο
πλοῦτον
πολλαὶ
ἐποίησαν
δυνατά
σὺ
δὲ
ὑπέρκεισαι
καὶ
ὑπερῆρας
πάσας
30
ψευδεῗς
ἀρέσκειαι
καὶ
μάταιον
κάλλος
γυναικός
γυνὴ
γὰρ
συνετὴ
εὐλογεῗται
φόβον
δὲ
κυρίου
αὕτη
αἰνείτω
31
δότε
αὐτῇ
ἀπὸ
καρπῶν
χειρῶν
αὐτῆς
καὶ
αἰνείσθω
ἐν
πύλαις
ὁ
ἀνὴρ
αὐτῆς
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss