Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Proverbs
3
Παροιμίαι
1
2
3
4
5
…
29
30
31
1
υἱέ
ἐμῶν
νομίμων
μὴ
ἐπιλανθάνου
τὰ
δὲ
ῥήματά
μου
τηρείτω
σὴ
καρδία
2
μῆκος
γὰρ
βίου
καὶ
ἔτη
ζωῆς
καὶ
εἰρήνην
προσθήσουσίν
σοι
3
ἐλεημοσύναι
καὶ
πίστεις
μὴ
ἐκλιπέτωσάν
σε
ἄφαψαι
δὲ
αὐτὰς
ἐπὶ
σῷ
τραχήλῳ
καὶ
εὑρήσεις
χάριν
4
καὶ
προνοοῦ
καλὰ
ἐνώπιον
κυρίου
καὶ
ἀνθρώπων
5
ἴσθι
πεποιθὼς
ἐν
ὅλῃ
καρδίᾳ
ἐπὶ
θεῷ
ἐπὶ
δὲ
σῇ
σοφίᾳ
μὴ
ἐπαίρου
6
ἐν
πάσαις
ὁδοῗς
σου
γνώριζε
αὐτήν
ἵνα
ὀρθοτομῇ
τὰς
ὁδούς
σου
ὁ
δὲ
πούς
σου
οὐ
μὴ
προσκόπτῃ
7
μὴ
ἴσθι
φρόνιμος
παρὰ
σεαυτῷ
φοβοῦ
δὲ
τὸν
θεὸν
καὶ
ἔκκλινε
ἀπὸ
παντὸς
κακοῦ
8
τότε
ἴασις
ἔσται
τῷ
σώματί
σου
καὶ
ἐπιμέλεια
τοῗς
ὀστέοις
σου
9
τίμα
τὸν
κύριον
ἀπὸ
σῶν
δικαίων
πόνων
καὶ
ἀπάρχου
αὐτῷ
ἀπὸ
σῶν
καρπῶν
δικαιοσύνης
10
ἵνα
πίμπληται
τὰ
ταμίειά
σου
πλησμονῆς
σίτου
οἴνῳ
δὲ
αἱ
ληνοί
σου
ἐκβλύζωσιν
11
υἱέ
μὴ
ὀλιγώρει
παιδείας
κυρίου
μηδὲ
ἐκλύου
ὑπ
αὐτοῦ
ἐλεγχόμενος
12
ὃν
γὰρ
ἀγαπᾷ
κύριος
παιδεύει
μαστιγοῗ
δὲ
πάντα
υἱὸν
ὃν
παραδέχεται
13
μακάριος
ἄνθρωπος
ὃς
εὗρεν
σοφίαν
καὶ
θνητὸς
ὃς
εἶδεν
φρόνησιν
14
κρεῗττον
γὰρ
αὐτὴν
ἐμπορεύεσθαι
ἢ
χρυσίου
καὶ
ἀργυρίου
θησαυρούς
15
τιμιωτέρα
δέ
ἐστιν
λίθων
πολυτελῶν
οὐκ
ἀντιτάξεται
αὐτῇ
οὐδὲν
πονηρόν
εὔγνωστός
ἐστιν
πᾶσιν
τοῗς
ἐγγίζουσιν
αὐτῇ
πᾶν
δὲ
τίμιον
οὐκ
ἄξιον
αὐτῆς
ἐστιν
16
μῆκος
γὰρ
βίου
καὶ
ἔτη
ζωῆς
ἐν
τῇ
δεξιᾷ
αὐτῆς
ἐν
δὲ
τῇ
ἀριστερᾷ
αὐτῆς
πλοῦτος
καὶ
δόξα
17
αἱ
ὁδοὶ
αὐτῆς
ὁδοὶ
καλαί
καὶ
πάντες
οἱ
τρίβοι
αὐτῆς
ἐν
εἰρήνῃ
18
ξύλον
ζωῆς
ἐστι
πᾶσι
τοῗς
ἀντεχομένοις
αὐτῆς
καὶ
τοῗς
ἐπερειδομένοις
ἐπ
αὐτὴν
ὡς
ἐπὶ
κύριον
ἀσφαλής
19
ὁ
θεὸς
τῇ
σοφίᾳ
ἐθεμελίωσεν
τὴν
γῆν
ἡτοίμασεν
δὲ
οὐρανοὺς
ἐν
φρονήσει
20
ἐν
αἰσθήσει
ἄβυσσοι
ἐρράγησαν
νέφη
δὲ
ἐρρύησαν
δρόσους
21
υἱέ
μὴ
παραρρυῇς
τήρησον
δὲ
ἐμὴν
βουλὴν
καὶ
ἔννοιαν
22
ἵνα
ζήσῃ
ἡ
ψυχή
σου
καὶ
χάρις
ᾖ
περὶ
σῷ
τραχήλῳ
23
ἵνα
πορεύῃ
πεποιθὼς
ἐν
εἰρήνῃ
πάσας
τὰς
ὁδούς
σου
ὁ
δὲ
πούς
σου
οὐ
μὴ
προσκόψῃ
24
ἐὰν
γὰρ
κάθῃ
ἄφοβος
ἔσῃ
ἐὰν
δὲ
καθεύδῃς
ἡδέως
ὑπνώσεις
25
καὶ
οὐ
φοβηθήσῃ
πτόησιν
ἐπελθοῦσαν
οὐδὲ
ὁρμὰς
ἀσεβῶν
ἐπερχομένας
26
ὁ
γὰρ
κύριος
ἔσται
ἐπὶ
πασῶν
ὁδῶν
σου
καὶ
ἐρείσει
σὸν
πόδα
ἵνα
μὴ
σαλευθῇς
27
μὴ
ἀπόσχῃ
εὖ
ποιεῗν
ἐνδεῆ
ἡνίκα
ἂν
ἔχῃ
ἡ
χείρ
σου
βοηθεῗν
28
μὴ
εἴπης
ἐπανελθὼν
ἐπάνηκε
καὶ
αὔριον
δώσω
δυνατοῦ
σου
ὄντος
εὖ
ποιεῗν
οὐ
γὰρ
οἶδας
τί
τέξεται
ἡ
ἐπιοῦσα
29
μὴ
τεκτήνῃ
ἐπὶ
σὸν
φίλον
κακὰ
παροικοῦντα
καὶ
πεποιθότα
ἐπὶ
σοί
30
μὴ
φιλεχθρήσῃς
πρὸς
ἄνθρωπον
μάτην
μή
τι
εἰς
σὲ
ἐργάσηται
κακόν
31
μὴ
κτήσῃ
κακῶν
ἀνδρῶν
ὀνείδη
μηδὲ
ζηλώσῃς
τὰς
ὁδοὺς
αὐτῶν
32
ἀκάθαρτος
γὰρ
ἔναντι
κυρίου
πᾶς
παράνομος
ἐν
δὲ
δικαίοις
οὐ
συνεδριάζει
33
κατάρα
θεοῦ
ἐν
οἴκοις
ἀσεβῶν
ἐπαύλεις
δὲ
δικαίων
εὐλογοῦνται
34
κύριος
ὑπερηφάνοις
ἀντιτάσσεται
ταπεινοῗς
δὲ
δίδωσιν
χάριν
35
δόξαν
σοφοὶ
κληρονομήσουσιν
οἱ
δὲ
ἀσεβεῗς
ὕψωσαν
ἀτιμίαν
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss