Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Proverbs
16
Παροιμίαι
1
2
3
…
14
15
16
17
18
…
29
30
31
2
πάντα
τὰ
ἔργα
τοῦ
ταπεινοῦ
φανερὰ
παρὰ
τῷ
θεῷ
οἱ
δὲ
ἀσεβεῗς
ἐν
ἡμέρᾳ
κακῇ
ὀλοῦνται
5
ἀκάθαρτος
παρὰ
θεῷ
πᾶς
ὑψηλοκάρδιος
χειρὶ
δὲ
χεῗρας
ἐμβαλὼν
ἀδίκως
οὐκ
ἀθῳωθήσεται
7
ἀρχὴ
ὁδοῦ
ἀγαθῆς
τὸ
ποιεῗν
τὰ
δίκαια
δεκτὰ
δὲ
παρὰ
θεῷ
μᾶλλον
ἢ
θύειν
θυσίας
8
ὁ
ζητῶν
τὸν
κύριον
εὑρήσει
γνῶσιν
μετὰ
δικαιοσύνης
οἱ
δὲ
ὀρθῶς
ζητοῦντες
αὐτὸν
εὑρήσουσιν
εἰρήνην
9
πάντα
τὰ
ἔργα
τοῦ
κυρίου
μετὰ
δικαιοσύνης
φυλάσσεται
δὲ
ὁ
ἀσεβὴς
εἰς
ἡμέραν
κακήν
10
μαντεῗον
ἐπὶ
χείλεσιν
βασιλέως
ἐν
δὲ
κρίσει
οὐ
μὴ
πλανηθῇ
τὸ
στόμα
αὐτοῦ
11
ῥοπὴ
ζυγοῦ
δικαιοσύνη
παρὰ
κυρίῳ
τὰ
δὲ
ἔργα
αὐτοῦ
στάθμια
δίκαια
12
βδέλυγμα
βασιλεῗ
ὁ
ποιῶν
κακά
μετὰ
γὰρ
δικαιοσύνης
ἑτοιμάζεται
θρόνος
ἀρχῆς
13
δεκτὰ
βασιλεῗ
χείλη
δίκαια
λόγους
δὲ
ὀρθοὺς
ἀγαπᾷ
14
θυμὸς
βασιλέως
ἄγγελος
θανάτου
ἀνὴρ
δὲ
σοφὸς
ἐξιλάσεται
αὐτόν
15
ἐν
φωτὶ
ζωῆς
υἱὸς
βασιλέως
οἱ
δὲ
προσδεκτοὶ
αὐτῷ
ὥσπερ
νέφος
ὄψιμον
16
νοσσιαὶ
σοφίας
αἱρετώτεραι
χρυσίου
νοσσιαὶ
δὲ
φρονήσεως
αἱρετώτεραι
ὑπὲρ
ἀργύριον
17
τρίβοι
ζωῆς
ἐκκλίνουσιν
ἀπὸ
κακῶν
μῆκος
δὲ
βίου
ὁδοὶ
δικαιοσύνης
ὁ
δεχόμενος
παιδείαν
ἐν
ἀγαθοῗς
ἔσται
ὁ
δὲ
φυλάσσων
ἐλέγχους
σοφισθήσεται
ὃς
φυλάσσει
τὰς
ἑαυτοῦ
ὁδούς
τηρεῗ
τὴν
ἑαυτοῦ
ψυχήν
ἀγαπῶν
δὲ
ζωὴν
αὐτοῦ
φείσεται
στόματος
αὐτοῦ
18
πρὸ
συντριβῆς
ἡγεῗται
ὕβρις
πρὸ
δὲ
πτώματος
κακοφροσύνη
19
κρείσσων
πραΰθυμος
μετὰ
ταπεινώσεως
ἢ
ὃς
διαιρεῗται
σκῦλα
μετὰ
ὑβριστῶν
20
συνετὸς
ἐν
πράγμασιν
εὑρετὴς
ἀγαθῶν
πεποιθὼς
δὲ
ἐπὶ
θεῷ
μακαριστός
21
τοὺς
σοφοὺς
καὶ
συνετοὺς
φαύλους
καλοῦσιν
οἱ
δὲ
γλυκεῗς
ἐν
λόγῳ
πλείονα
ἀκούσονται
22
πηγὴ
ζωῆς
ἔννοια
τοῗς
κεκτημένοις
παιδεία
δὲ
ἀφρόνων
κακή
23
καρδία
σοφοῦ
νοήσει
τὰ
ἀπὸ
τοῦ
ἰδίου
στόματος
ἐπὶ
δὲ
χείλεσιν
φορέσει
ἐπιγνωμοσύνην
24
κηρία
μέλιτος
λόγοι
καλοί
γλύκασμα
δὲ
αὐτῶν
ἴασις
ψυχῆς
25
εἰσὶν
ὁδοὶ
δοκοῦσαι
εἶναι
ὀρθαὶ
ἀνδρί
τὰ
μέντοι
τελευταῗα
αὐτῶν
βλέπει
εἰς
πυθμένα
ᾅδου
26
ἀνὴρ
ἐν
πόνοις
πονεῗ
ἑαυτῷ
καὶ
ἐκβιάζεται
ἑαυτοῦ
τὴν
ἀπώλειαν
ὁ
μέντοι
σκολιὸς
ἐπὶ
τῷ
ἑαυτοῦ
στόματι
φορεῗ
τὴν
ἀπώλειαν
27
ἀνὴρ
ἄφρων
ὀρύσσει
ἑαυτῷ
κακά
ἐπὶ
δὲ
τῶν
ἑαυτοῦ
χειλέων
θησαυρίζει
πῦρ
28
ἀνὴρ
σκολιὸς
διαπέμπεται
κακὰ
καὶ
λαμπτῆρα
δόλου
πυρσεύει
κακοῗς
καὶ
διαχωρίζει
φίλους
29
ἀνὴρ
παράνομος
ἀποπειρᾶται
φίλων
καὶ
ἀπάγει
αὐτοὺς
ὁδοὺς
οὐκ
ἀγαθάς
30
στηρίζων
ὀφθαλμοὺς
αὐτοῦ
λογίζεται
διεστραμμένα
ὁρίζει
δὲ
τοῗς
χείλεσιν
αὐτοῦ
πάντα
τὰ
κακά
οὗτος
κάμινός
ἐστιν
κακίας
31
στέφανος
καυχήσεως
γῆρας
ἐν
δὲ
ὁδοῗς
δικαιοσύνης
εὑρίσκεται
32
κρείσσων
ἀνὴρ
μακρόθυμος
ἰσχυροῦ
ὁ
δὲ
κρατῶν
ὀργῆς
κρείσσων
καταλαμβανομένου
πόλιν
33
εἰς
κόλπους
ἐπέρχεται
πάντα
τοῗς
ἀδίκοις
παρὰ
δὲ
κυρίου
πάντα
τὰ
δίκαια
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss