Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Exodus
19
Ἔξοδος
1
2
3
…
17
18
19
20
21
…
38
39
40
1
τοῦ
δὲ
μηνὸς
τοῦ
τρίτου
τῆς
ἐξόδου
τῶν
υἱῶν
Ισραηλ
ἐκ
γῆς
Αἰγύπτου
τῇ
ἡμέρᾳ
ταύτῃ
ἤλθοσαν
εἰς
τὴν
ἔρημον
τοῦ
Σινα
2
καὶ
ἐξῆραν
ἐκ
Ραφιδιν
καὶ
ἤλθοσαν
εἰς
τὴν
ἔρημον
τοῦ
Σινα
καὶ
παρενέβαλεν
ἐκεῗ
Ισραηλ
κατέναντι
τοῦ
ὄρους
3
καὶ
Μωυσῆς
ἀνέβη
εἰς
τὸ
ὄρος
τοῦ
θεοῦ
καὶ
ἐκάλεσεν
αὐτὸν
ὁ
θεὸς
ἐκ
τοῦ
ὄρους
λέγων
τάδε
ἐρεῗς
τῷ
οἴκῳ
Ιακωβ
καὶ
ἀναγγελεῗς
τοῗς
υἱοῗς
Ισραηλ
4
αὐτοὶ
ἑωράκατε
ὅσα
πεποίηκα
τοῗς
Αἰγυπτίοις
καὶ
ἀνέλαβον
ὑμᾶς
ὡσεὶ
ἐπὶ
πτερύγων
ἀετῶν
καὶ
προσηγαγόμην
ὑμᾶς
πρὸς
ἐμαυτόν
5
καὶ
νῦν
ἐὰν
ἀκοῇ
ἀκούσητε
τῆς
ἐμῆς
φωνῆς
καὶ
φυλάξητε
τὴν
διαθήκην
μου
ἔσεσθέ
μοι
λαὸς
περιούσιος
ἀπὸ
πάντων
τῶν
ἐθνῶν
ἐμὴ
γάρ
ἐστιν
πᾶσα
ἡ
γῆ
6
ὑμεῗς
δὲ
ἔσεσθέ
μοι
βασίλειον
ἱεράτευμα
καὶ
ἔθνος
ἅγιον
ταῦτα
τὰ
ῥήματα
ἐρεῗς
τοῗς
υἱοῗς
Ισραηλ
7
ἦλθεν
δὲ
Μωυσῆς
καὶ
ἐκάλεσεν
τοὺς
πρεσβυτέρους
τοῦ
λαοῦ
καὶ
παρέθηκεν
αὐτοῗς
πάντας
τοὺς
λόγους
τούτους
οὓς
συνέταξεν
αὐτῷ
ὁ
θεός
8
ἀπεκρίθη
δὲ
πᾶς
ὁ
λαὸς
ὁμοθυμαδὸν
καὶ
εἶπαν
πάντα
ὅσα
εἶπεν
ὁ
θεός
ποιήσομεν
καὶ
ἀκουσόμεθα
ἀνήνεγκεν
δὲ
Μωυσῆς
τοὺς
λόγους
τοῦ
λαοῦ
πρὸς
τὸν
θεόν
9
εἶπεν
δὲ
κύριος
πρὸς
Μωυσῆν
ἰδοὺ
ἐγὼ
παραγίνομαι
πρὸς
σὲ
ἐν
στύλῳ
νεφέλης
ἵνα
ἀκούσῃ
ὁ
λαὸς
λαλοῦντός
μου
πρὸς
σὲ
καὶ
σοὶ
πιστεύσωσιν
εἰς
τὸν
αἰῶνα
ἀνήγγειλεν
δὲ
Μωυσῆς
τὰ
ῥήματα
τοῦ
λαοῦ
πρὸς
κύριον
10
εἶπεν
δὲ
κύριος
πρὸς
Μωυσῆν
καταβὰς
διαμάρτυραι
τῷ
λαῷ
καὶ
ἅγνισον
αὐτοὺς
σήμερον
καὶ
αὔριον
καὶ
πλυνάτωσαν
τὰ
ἱμάτια
11
καὶ
ἔστωσαν
ἕτοιμοι
εἰς
τὴν
ἡμέραν
τὴν
τρίτην
τῇ
γὰρ
ἡμέρᾳ
τῇ
τρίτῃ
καταβήσεται
κύριος
ἐπὶ
τὸ
ὄρος
τὸ
Σινα
ἐναντίον
παντὸς
τοῦ
λαοῦ
12
καὶ
ἀφοριεῗς
τὸν
λαὸν
κύκλῳ
λέγων
προσέχετε
ἑαυτοῗς
τοῦ
ἀναβῆναι
εἰς
τὸ
ὄρος
καὶ
θιγεῗν
τι
αὐτοῦ
πᾶς
ὁ
ἁψάμενος
τοῦ
ὄρους
θανάτῳ
τελευτήσει
13
οὐχ
ἅψεται
αὐτοῦ
χείρ
ἐν
γὰρ
λίθοις
λιθοβοληθήσεται
ἢ
βολίδι
κατατοξευθήσεται
ἐάν
τε
κτῆνος
ἐάν
τε
ἄνθρωπος
οὐ
ζήσεται
ὅταν
αἱ
φωναὶ
καὶ
αἱ
σάλπιγγες
καὶ
ἡ
νεφέλη
ἀπέλθῃ
ἀπὸ
τοῦ
ὄρους
ἐκεῗνοι
ἀναβήσονται
ἐπὶ
τὸ
ὄρος
14
κατέβη
δὲ
Μωυσῆς
ἐκ
τοῦ
ὄρους
πρὸς
τὸν
λαὸν
καὶ
ἡγίασεν
αὐτούς
καὶ
ἔπλυναν
τὰ
ἱμάτια
15
καὶ
εἶπεν
τῷ
λαῷ
γίνεσθε
ἕτοιμοι
τρεῗς
ἡμέρας
μὴ
προσέλθητε
γυναικί
16
ἐγένετο
δὲ
τῇ
ἡμέρᾳ
τῇ
τρίτῃ
γενηθέντος
πρὸς
ὄρθρον
καὶ
ἐγίνοντο
φωναὶ
καὶ
ἀστραπαὶ
καὶ
νεφέλη
γνοφώδης
ἐπ
ὄρους
Σινα
φωνὴ
τῆς
σάλπιγγος
ἤχει
μέγα
καὶ
ἐπτοήθη
πᾶς
ὁ
λαὸς
ὁ
ἐν
τῇ
παρεμβολῇ
17
καὶ
ἐξήγαγεν
Μωυσῆς
τὸν
λαὸν
εἰς
συνάντησιν
τοῦ
θεοῦ
ἐκ
τῆς
παρεμβολῆς
καὶ
παρέστησαν
ὑπὸ
τὸ
ὄρος
18
τὸ
δὲ
ὄρος
τὸ
Σινα
ἐκαπνίζετο
ὅλον
διὰ
τὸ
καταβεβηκέναι
ἐπ
αὐτὸ
τὸν
θεὸν
ἐν
πυρί
καὶ
ἀνέβαινεν
ὁ
καπνὸς
ὡς
καπνὸς
καμίνου
καὶ
ἐξέστη
πᾶς
ὁ
λαὸς
σφόδρα
19
ἐγίνοντο
δὲ
αἱ
φωναὶ
τῆς
σάλπιγγος
προβαίνουσαι
ἰσχυρότεραι
σφόδρα
Μωυσῆς
ἐλάλει
ὁ
δὲ
θεὸς
ἀπεκρίνατο
αὐτῷ
φωνῇ
20
κατέβη
δὲ
κύριος
ἐπὶ
τὸ
ὄρος
τὸ
Σινα
ἐπὶ
τὴν
κορυφὴν
τοῦ
ὄρους
καὶ
ἐκάλεσεν
κύριος
Μωυσῆν
ἐπὶ
τὴν
κορυφὴν
τοῦ
ὄρους
καὶ
ἀνέβη
Μωυσῆς
21
καὶ
εἶπεν
ὁ
θεὸς
πρὸς
Μωυσῆν
λέγων
καταβὰς
διαμάρτυραι
τῷ
λαῷ
μήποτε
ἐγγίσωσιν
πρὸς
τὸν
θεὸν
κατανοῆσαι
καὶ
πέσωσιν
ἐξ
αὐτῶν
πλῆθος
22
καὶ
οἱ
ἱερεῗς
οἱ
ἐγγίζοντες
κυρίῳ
τῷ
θεῷ
ἁγιασθήτωσαν
μήποτε
ἀπαλλάξῃ
ἀπ
αὐτῶν
κύριος
23
καὶ
εἶπεν
Μωυσῆς
πρὸς
τὸν
θεόν
οὐ
δυνήσεται
ὁ
λαὸς
προσαναβῆναι
πρὸς
τὸ
ὄρος
τὸ
Σινα
σὺ
γὰρ
διαμεμαρτύρησαι
ἡμῗν
λέγων
ἀφόρισαι
τὸ
ὄρος
καὶ
ἁγίασαι
αὐτό
24
εἶπεν
δὲ
αὐτῷ
κύριος
βάδιζε
κατάβηθι
καὶ
ἀνάβηθι
σὺ
καὶ
Ααρων
μετὰ
σοῦ
οἱ
δὲ
ἱερεῗς
καὶ
ὁ
λαὸς
μὴ
βιαζέσθωσαν
ἀναβῆναι
πρὸς
τὸν
θεόν
μήποτε
ἀπολέσῃ
ἀπ
αὐτῶν
κύριος
25
κατέβη
δὲ
Μωυσῆς
πρὸς
τὸν
λαὸν
καὶ
εἶπεν
αὐτοῗς
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss