Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Exodus
1
Ἔξοδος
1
2
3
…
38
39
40
1
ταῦτα
τὰ
ὀνόματα
τῶν
υἱῶν
Ισραηλ
τῶν
εἰσπεπορευμένων
εἰς
Αἴγυπτον
ἅμα
Ιακωβ
τῷ
πατρὶ
αὐτῶν
ἕκαστος
πανοικίᾳ
αὐτῶν
εἰσήλθοσαν
2
Ρουβην
Συμεων
Λευι
Ιουδας
3
Ισσαχαρ
Ζαβουλων
καὶ
Βενιαμιν
4
Δαν
καὶ
Νεφθαλι
Γαδ
καὶ
Ασηρ
5
Ιωσηφ
δὲ
ἦν
ἐν
Αἰγύπτῳ
ἦσαν
δὲ
πᾶσαι
ψυχαὶ
ἐξ
Ιακωβ
πέντε
καὶ
ἑβδομήκοντα
6
ἐτελεύτησεν
δὲ
Ιωσηφ
καὶ
πάντες
οἱ
ἀδελφοὶ
αὐτοῦ
καὶ
πᾶσα
ἡ
γενεὰ
ἐκείνη
7
οἱ
δὲ
υἱοὶ
Ισραηλ
ηὐξήθησαν
καὶ
ἐπληθύνθησαν
καὶ
χυδαῗοι
ἐγένοντο
καὶ
κατίσχυον
σφόδρα
σφόδρα
ἐπλήθυνεν
δὲ
ἡ
γῆ
αὐτούς
8
ἀνέστη
δὲ
βασιλεὺς
ἕτερος
ἐπ
Αἴγυπτον
ὃς
οὐκ
ᾔδει
τὸν
Ιωσηφ
9
εἶπεν
δὲ
τῷ
ἔθνει
αὐτοῦ
ἰδοὺ
τὸ
γένος
τῶν
υἱῶν
Ισραηλ
μέγα
πλῆθος
καὶ
ἰσχύει
ὑπὲρ
ἡμᾶς
10
δεῦτε
οὖν
κατασοφισώμεθα
αὐτούς
μήποτε
πληθυνθῇ
καί
ἡνίκα
ἂν
συμβῇ
ἡμῗν
πόλεμος
προστεθήσονται
καὶ
οὗτοι
πρὸς
τοὺς
ὑπεναντίους
καὶ
ἐκπολεμήσαντες
ἡμᾶς
ἐξελεύσονται
ἐκ
τῆς
γῆς
11
καὶ
ἐπέστησεν
αὐτοῗς
ἐπιστάτας
τῶν
ἔργων
ἵνα
κακώσωσιν
αὐτοὺς
ἐν
τοῗς
ἔργοις
καὶ
ᾠκοδόμησαν
πόλεις
ὀχυρὰς
τῷ
Φαραω
τήν
τε
Πιθωμ
καὶ
Ραμεσση
καὶ
Ων
ἥ
ἐστιν
Ἡλίου
πόλις
12
καθότι
δὲ
αὐτοὺς
ἐταπείνουν
τοσούτῳ
πλείους
ἐγίνοντο
καὶ
ἴσχυον
σφόδρα
σφόδρα
καὶ
ἐβδελύσσοντο
οἱ
Αἰγύπτιοι
ἀπὸ
τῶν
υἱῶν
Ισραηλ
13
καὶ
κατεδυνάστευον
οἱ
Αἰγύπτιοι
τοὺς
υἱοὺς
Ισραηλ
βίᾳ
14
καὶ
κατωδύνων
αὐτῶν
τὴν
ζωὴν
ἐν
τοῗς
ἔργοις
τοῗς
σκληροῗς
τῷ
πηλῷ
καὶ
τῇ
πλινθείᾳ
καὶ
πᾶσι
τοῗς
ἔργοις
τοῗς
ἐν
τοῗς
πεδίοις
κατὰ
πάντα
τὰ
ἔργα
ὧν
κατεδουλοῦντο
αὐτοὺς
μετὰ
βίας
15
καὶ
εἶπεν
ὁ
βασιλεὺς
τῶν
Αἰγυπτίων
ταῗς
μαίαις
τῶν
Εβραίων
τῇ
μιᾷ
αὐτῶν
ᾗ
ὄνομα
Σεπφωρα
καὶ
τὸ
ὄνομα
τῆς
δευτέρας
Φουα
16
καὶ
εἶπεν
ὅταν
μαιοῦσθε
τὰς
Εβραίας
καὶ
ὦσιν
πρὸς
τῷ
τίκτειν
ἐὰν
μὲν
ἄρσεν
ᾖ
ἀποκτείνατε
αὐτό
ἐὰν
δὲ
θῆλυ
περιποιεῗσθε
αὐτό
17
ἐφοβήθησαν
δὲ
αἱ
μαῗαι
τὸν
θεὸν
καὶ
οὐκ
ἐποίησαν
καθότι
συνέταξεν
αὐταῗς
ὁ
βασιλεὺς
Αἰγύπτου
καὶ
ἐζωογόνουν
τὰ
ἄρσενα
18
ἐκάλεσεν
δὲ
ὁ
βασιλεὺς
Αἰγύπτου
τὰς
μαίας
καὶ
εἶπεν
αὐταῗς
τί
ὅτι
ἐποιήσατε
τὸ
πρᾶγμα
τοῦτο
καὶ
ἐζωογονεῗτε
τὰ
ἄρσενα
19
εἶπαν
δὲ
αἱ
μαῗαι
τῷ
Φαραω
οὐχ
ὡς
γυναῗκες
Αἰγύπτου
αἱ
Εβραῗαι
τίκτουσιν
γὰρ
πρὶν
ἢ
εἰσελθεῗν
πρὸς
αὐτὰς
τὰς
μαίας
καὶ
ἔτικτον
20
εὖ
δὲ
ἐποίει
ὁ
θεὸς
ταῗς
μαίαις
καὶ
ἐπλήθυνεν
ὁ
λαὸς
καὶ
ἴσχυεν
σφόδρα
21
ἐπειδὴ
ἐφοβοῦντο
αἱ
μαῗαι
τὸν
θεόν
ἐποίησαν
ἑαυταῗς
οἰκίας
22
συνέταξεν
δὲ
Φαραω
παντὶ
τῷ
λαῷ
αὐτοῦ
λέγων
πᾶν
ἄρσεν
ὃ
ἐὰν
τεχθῇ
τοῗς
Εβραίοις
εἰς
τὸν
ποταμὸν
ῥίψατε
καὶ
πᾶν
θῆλυ
ζωογονεῗτε
αὐτό
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss