Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Exodus
21
Ἔξοδος
1
2
3
…
19
20
21
22
23
…
38
39
40
1
καὶ
ταῦτα
τὰ
δικαιώματα
ἃ
παραθήσεις
ἐνώπιον
αὐτῶν
2
ἐὰν
κτήσῃ
παῗδα
Εβραῗον
ἓξ
ἔτη
δουλεύσει
σοι
τῷ
δὲ
ἑβδόμῳ
ἔτει
ἀπελεύσεται
ἐλεύθερος
δωρεάν
3
ἐὰν
αὐτὸς
μόνος
εἰσέλθῃ
καὶ
μόνος
ἐξελεύσεται
ἐὰν
δὲ
γυνὴ
συνεισέλθῃ
μετ
αὐτοῦ
ἐξελεύσεται
καὶ
ἡ
γυνὴ
μετ
αὐτοῦ
4
ἐὰν
δὲ
ὁ
κύριος
δῷ
αὐτῷ
γυναῗκα
καὶ
τέκῃ
αὐτῷ
υἱοὺς
ἢ
θυγατέρας
ἡ
γυνὴ
καὶ
τὰ
παιδία
ἔσται
τῷ
κυρίῳ
αὐτοῦ
αὐτὸς
δὲ
μόνος
ἐξελεύσεται
5
ἐὰν
δὲ
ἀποκριθεὶς
εἴπῃ
ὁ
παῗς
ἠγάπηκα
τὸν
κύριόν
μου
καὶ
τὴν
γυναῗκα
καὶ
τὰ
παιδία
οὐκ
ἀποτρέχω
ἐλεύθερος
6
προσάξει
αὐτὸν
ὁ
κύριος
αὐτοῦ
πρὸς
τὸ
κριτήριον
τοῦ
θεοῦ
καὶ
τότε
προσάξει
αὐτὸν
ἐπὶ
τὴν
θύραν
ἐπὶ
τὸν
σταθμόν
καὶ
τρυπήσει
αὐτοῦ
ὁ
κύριος
τὸ
οὖς
τῷ
ὀπητίῳ
καὶ
δουλεύσει
αὐτῷ
εἰς
τὸν
αἰῶνα
7
ἐὰν
δέ
τις
ἀποδῶται
τὴν
ἑαυτοῦ
θυγατέρα
οἰκέτιν
οὐκ
ἀπελεύσεται
ὥσπερ
ἀποτρέχουσιν
αἱ
δοῦλαι
8
ἐὰν
μὴ
εὐαρεστήσῃ
τῷ
κυρίῳ
αὐτῆς
ἣν
αὑτῷ
καθωμολογήσατο
ἀπολυτρώσει
αὐτήν
ἔθνει
δὲ
ἀλλοτρίῳ
οὐ
κύριός
ἐστιν
πωλεῗν
αὐτήν
ὅτι
ἠθέτησεν
ἐν
αὐτῇ
9
ἐὰν
δὲ
τῷ
υἱῷ
καθομολογήσηται
αὐτήν
κατὰ
τὸ
δικαίωμα
τῶν
θυγατέρων
ποιήσει
αὐτῇ
10
ἐὰν
δὲ
ἄλλην
λάβῃ
ἑαυτῷ
τὰ
δέοντα
καὶ
τὸν
ἱματισμὸν
καὶ
τὴν
ὁμιλίαν
αὐτῆς
οὐκ
ἀποστερήσει
11
ἐὰν
δὲ
τὰ
τρία
ταῦτα
μὴ
ποιήσῃ
αὐτῇ
ἐξελεύσεται
δωρεὰν
ἄνευ
ἀργυρίου
12
ἐὰν
δὲ
πατάξῃ
τίς
τινα
καὶ
ἀποθάνῃ
θανάτῳ
θανατούσθω
13
ὁ
δὲ
οὐχ
ἑκών
ἀλλὰ
ὁ
θεὸς
παρέδωκεν
εἰς
τὰς
χεῗρας
αὐτοῦ
δώσω
σοι
τόπον
οὗ
φεύξεται
ἐκεῗ
ὁ
φονεύσας
14
ἐὰν
δέ
τις
ἐπιθῆται
τῷ
πλησίον
ἀποκτεῗναι
αὐτὸν
δόλῳ
καὶ
καταφύγῃ
ἀπὸ
τοῦ
θυσιαστηρίου
μου
λήμψῃ
αὐτὸν
θανατῶσαι
15
ὃς
τύπτει
πατέρα
αὐτοῦ
ἢ
μητέρα
αὐτοῦ
θανάτῳ
θανατούσθω
16
ὃς
ἐὰν
κλέψῃ
τίς
τινα
τῶν
υἱῶν
Ισραηλ
καὶ
καταδυναστεύσας
αὐτὸν
ἀποδῶται
καὶ
εὑρεθῇ
ἐν
αὐτῷ
θανάτῳ
τελευτάτω
17
ὁ
κακολογῶν
πατέρα
αὐτοῦ
ἢ
μητέρα
αὐτοῦ
τελευτήσει
θανάτῳ
18
ἐὰν
δὲ
λοιδορῶνται
δύο
ἄνδρες
καὶ
πατάξῃ
τις
τὸν
πλησίον
λίθῳ
ἢ
πυγμῇ
καὶ
μὴ
ἀποθάνῃ
κατακλιθῇ
δὲ
ἐπὶ
τὴν
κοίτην
19
ἐὰν
ἐξαναστὰς
ὁ
ἄνθρωπος
περιπατήσῃ
ἔξω
ἐπὶ
ῥάβδου
ἀθῷος
ἔσται
ὁ
πατάξας
πλὴν
τῆς
ἀργίας
αὐτοῦ
ἀποτείσει
καὶ
τὰ
ἰατρεῗα
20
ἐὰν
δέ
τις
πατάξῃ
τὸν
παῗδα
αὐτοῦ
ἢ
τὴν
παιδίσκην
αὐτοῦ
ἐν
ῥάβδῳ
καὶ
ἀποθάνῃ
ὑπὸ
τὰς
χεῗρας
αὐτοῦ
δίκῃ
ἐκδικηθήτω
21
ἐὰν
δὲ
διαβιώσῃ
ἡμέραν
μίαν
ἢ
δύο
οὐκ
ἐκδικηθήσεται
τὸ
γὰρ
ἀργύριον
αὐτοῦ
ἐστιν
22
ἐὰν
δὲ
μάχωνται
δύο
ἄνδρες
καὶ
πατάξωσιν
γυναῗκα
ἐν
γαστρὶ
ἔχουσαν
καὶ
ἐξέλθῃ
τὸ
παιδίον
αὐτῆς
μὴ
ἐξεικονισμένον
ἐπιζήμιον
ζημιωθήσεται
καθότι
ἂν
ἐπιβάλῃ
ὁ
ἀνὴρ
τῆς
γυναικός
δώσει
μετὰ
ἀξιώματος
23
ἐὰν
δὲ
ἐξεικονισμένον
ἦν
δώσει
ψυχὴν
ἀντὶ
ψυχῆς
24
ὀφθαλμὸν
ἀντὶ
ὀφθαλμοῦ
ὀδόντα
ἀντὶ
ὀδόντος
χεῗρα
ἀντὶ
χειρός
πόδα
ἀντὶ
ποδός
25
κατάκαυμα
ἀντὶ
κατακαύματος
τραῦμα
ἀντὶ
τραύματος
μώλωπα
ἀντὶ
μώλωπος
26
ἐὰν
δέ
τις
πατάξῃ
τὸν
ὀφθαλμὸν
τοῦ
οἰκέτου
αὐτοῦ
ἢ
τὸν
ὀφθαλμὸν
τῆς
θεραπαίνης
αὐτοῦ
καὶ
ἐκτυφλώσῃ
ἐλευθέρους
ἐξαποστελεῗ
αὐτοὺς
ἀντὶ
τοῦ
ὀφθαλμοῦ
αὐτῶν
27
ἐὰν
δὲ
τὸν
ὀδόντα
τοῦ
οἰκέτου
ἢ
τὸν
ὀδόντα
τῆς
θεραπαίνης
αὐτοῦ
ἐκκόψῃ
ἐλευθέρους
ἐξαποστελεῗ
αὐτοὺς
ἀντὶ
τοῦ
ὀδόντος
αὐτῶν
28
ἐὰν
δὲ
κερατίσῃ
ταῦρος
ἄνδρα
ἢ
γυναῗκα
καὶ
ἀποθάνῃ
λίθοις
λιθοβοληθήσεται
ὁ
ταῦρος
καὶ
οὐ
βρωθήσεται
τὰ
κρέα
αὐτοῦ
ὁ
δὲ
κύριος
τοῦ
ταύρου
ἀθῷος
ἔσται
29
ἐὰν
δὲ
ὁ
ταῦρος
κερατιστὴς
ᾖ
πρὸ
τῆς
ἐχθὲς
καὶ
πρὸ
τῆς
τρίτης
καὶ
διαμαρτύρωνται
τῷ
κυρίῳ
αὐτοῦ
καὶ
μὴ
ἀφανίσῃ
αὐτόν
ἀνέλῃ
δὲ
ἄνδρα
ἢ
γυναῗκα
ὁ
ταῦρος
λιθοβοληθήσεται
καὶ
ὁ
κύριος
αὐτοῦ
προσαποθανεῗται
30
ἐὰν
δὲ
λύτρα
ἐπιβληθῇ
αὐτῷ
δώσει
λύτρα
τῆς
ψυχῆς
αὐτοῦ
ὅσα
ἐὰν
ἐπιβάλωσιν
αὐτῷ
31
ἐὰν
δὲ
υἱὸν
ἢ
θυγατέρα
κερατίσῃ
κατὰ
τὸ
δικαίωμα
τοῦτο
ποιήσουσιν
αὐτῷ
32
ἐὰν
δὲ
παῗδα
κερατίσῃ
ὁ
ταῦρος
ἢ
παιδίσκην
ἀργυρίου
τριάκοντα
δίδραχμα
δώσει
τῷ
κυρίῳ
αὐτῶν
καὶ
ὁ
ταῦρος
λιθοβοληθήσεται
33
ἐὰν
δέ
τις
ἀνοίξῃ
λάκκον
ἢ
λατομήσῃ
λάκκον
καὶ
μὴ
καλύψῃ
αὐτόν
καὶ
ἐμπέσῃ
ἐκεῗ
μόσχος
ἢ
ὄνος
34
ὁ
κύριος
τοῦ
λάκκου
ἀποτείσει
ἀργύριον
δώσει
τῷ
κυρίῳ
αὐτῶν
τὸ
δὲ
τετελευτηκὸς
αὐτῷ
ἔσται
35
ἐὰν
δὲ
κερατίσῃ
τινὸς
ταῦρος
τὸν
ταῦρον
τοῦ
πλησίον
καὶ
τελευτήσῃ
ἀποδώσονται
τὸν
ταῦρον
τὸν
ζῶντα
καὶ
διελοῦνται
τὸ
ἀργύριον
αὐτοῦ
καὶ
τὸν
ταῦρον
τὸν
τεθνηκότα
διελοῦνται
36
ἐὰν
δὲ
γνωρίζηται
ὁ
ταῦρος
ὅτι
κερατιστής
ἐστιν
πρὸ
τῆς
ἐχθὲς
καὶ
πρὸ
τῆς
τρίτης
ἡμέρας
καὶ
διαμεμαρτυρημένοι
ὦσιν
τῷ
κυρίῳ
αὐτοῦ
καὶ
μὴ
ἀφανίσῃ
αὐτόν
ἀποτείσει
ταῦρον
ἀντὶ
ταύρου
ὁ
δὲ
τετελευτηκὼς
αὐτῷ
ἔσται
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss