Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Exodus
17
Ἔξοδος
1
2
3
…
15
16
17
18
19
…
38
39
40
1
καὶ
ἀπῆρεν
πᾶσα
συναγωγὴ
υἱῶν
Ισραηλ
ἐκ
τῆς
ἐρήμου
Σιν
κατὰ
παρεμβολὰς
αὐτῶν
διὰ
ῥήματος
κυρίου
καὶ
παρενεβάλοσαν
ἐν
Ραφιδιν
οὐκ
ἦν
δὲ
ὕδωρ
τῷ
λαῷ
πιεῗν
2
καὶ
ἐλοιδορεῗτο
ὁ
λαὸς
πρὸς
Μωυσῆν
λέγοντες
δὸς
ἡμῗν
ὕδωρ
ἵνα
πίωμεν
καὶ
εἶπεν
αὐτοῗς
Μωυσῆς
τί
λοιδορεῗσθέ
μοι
καὶ
τί
πειράζετε
κύριον
3
ἐδίψησεν
δὲ
ἐκεῗ
ὁ
λαὸς
ὕδατι
καὶ
ἐγόγγυζεν
ἐκεῗ
ὁ
λαὸς
πρὸς
Μωυσῆν
λέγοντες
ἵνα
τί
τοῦτο
ἀνεβίβασας
ἡμᾶς
ἐξ
Αἰγύπτου
ἀποκτεῗναι
ἡμᾶς
καὶ
τὰ
τέκνα
ἡμῶν
καὶ
τὰ
κτήνη
τῷ
δίψει
4
ἐβόησεν
δὲ
Μωυσῆς
πρὸς
κύριον
λέγων
τί
ποιήσω
τῷ
λαῷ
τούτῳ
ἔτι
μικρὸν
καὶ
καταλιθοβολήσουσίν
με
5
καὶ
εἶπεν
κύριος
πρὸς
Μωυσῆν
προπορεύου
τοῦ
λαοῦ
τούτου
λαβὲ
δὲ
μετὰ
σεαυτοῦ
ἀπὸ
τῶν
πρεσβυτέρων
τοῦ
λαοῦ
καὶ
τὴν
ῥάβδον
ἐν
ᾗ
ἐπάταξας
τὸν
ποταμόν
λαβὲ
ἐν
τῇ
χειρί
σου
καὶ
πορεύσῃ
6
ὅδε
ἐγὼ
ἕστηκα
πρὸ
τοῦ
σὲ
ἐκεῗ
ἐπὶ
τῆς
πέτρας
ἐν
Χωρηβ
καὶ
πατάξεις
τὴν
πέτραν
καὶ
ἐξελεύσεται
ἐξ
αὐτῆς
ὕδωρ
καὶ
πίεται
ὁ
λαός
μου
ἐποίησεν
δὲ
Μωυσῆς
οὕτως
ἐναντίον
τῶν
υἱῶν
Ισραηλ
7
καὶ
ἐπωνόμασεν
τὸ
ὄνομα
τοῦ
τόπου
ἐκείνου
πειρασμὸς
καὶ
λοιδόρησις
διὰ
τὴν
λοιδορίαν
τῶν
υἱῶν
Ισραηλ
καὶ
διὰ
τὸ
πειράζειν
κύριον
λέγοντας
εἰ
ἔστιν
κύριος
ἐν
ἡμῗν
ἢ
οὔ
8
ἦλθεν
δὲ
Αμαληκ
καὶ
ἐπολέμει
Ισραηλ
ἐν
Ραφιδιν
9
εἶπεν
δὲ
Μωυσῆς
τῷ
Ἰησοῦ
ἐπίλεξον
σεαυτῷ
ἄνδρας
δυνατοὺς
καὶ
ἐξελθὼν
παράταξαι
τῷ
Αμαληκ
αὔριον
καὶ
ἰδοὺ
ἐγὼ
ἕστηκα
ἐπὶ
τῆς
κορυφῆς
τοῦ
βουνοῦ
καὶ
ἡ
ῥάβδος
τοῦ
θεοῦ
ἐν
τῇ
χειρί
μου
10
καὶ
ἐποίησεν
Ἰησοῦς
καθάπερ
εἶπεν
αὐτῷ
Μωυσῆς
καὶ
ἐξελθὼν
παρετάξατο
τῷ
Αμαληκ
καὶ
Μωυσῆς
καὶ
Ααρων
καὶ
Ωρ
ἀνέβησαν
ἐπὶ
τὴν
κορυφὴν
τοῦ
βουνοῦ
11
καὶ
ἐγίνετο
ὅταν
ἐπῆρεν
Μωυσῆς
τὰς
χεῗρας
κατίσχυεν
Ισραηλ
ὅταν
δὲ
καθῆκεν
τὰς
χεῗρας
κατίσχυεν
Αμαληκ
12
αἱ
δὲ
χεῗρες
Μωυσῆ
βαρεῗαι
καὶ
λαβόντες
λίθον
ὑπέθηκαν
ὑπ
αὐτόν
καὶ
ἐκάθητο
ἐπ
αὐτοῦ
καὶ
Ααρων
καὶ
Ωρ
ἐστήριζον
τὰς
χεῗρας
αὐτοῦ
ἐντεῦθεν
εἷς
καὶ
ἐντεῦθεν
εἷς
καὶ
ἐγένοντο
αἱ
χεῗρες
Μωυσῆ
ἐστηριγμέναι
ἕως
δυσμῶν
ἡλίου
13
καὶ
ἐτρέψατο
Ἰησοῦς
τὸν
Αμαληκ
καὶ
πάντα
τὸν
λαὸν
αὐτοῦ
ἐν
φόνῳ
μαχαίρας
14
εἶπεν
δὲ
κύριος
πρὸς
Μωυσῆν
κατάγραψον
τοῦτο
εἰς
μνημόσυνον
ἐν
βιβλίῳ
καὶ
δὸς
εἰς
τὰ
ὦτα
Ἰησοῗ
ὅτι
ἀλοιφῇ
ἐξαλείψω
τὸ
μνημόσυνον
Αμαληκ
ἐκ
τῆς
ὑπὸ
τὸν
οὐρανόν
15
καὶ
ᾠκοδόμησεν
Μωυσῆς
θυσιαστήριον
κυρίῳ
καὶ
ἐπωνόμασεν
τὸ
ὄνομα
αὐτοῦ
κύριός
μου
καταφυγή
16
ὅτι
ἐν
χειρὶ
κρυφαίᾳ
πολεμεῗ
κύριος
ἐπὶ
Αμαληκ
ἀπὸ
γενεῶν
εἰς
γενεάς
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss