Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Nehemiah
6
Ἔσδρας Βʹ
1
2
3
4
5
6
7
8
…
11
12
13
1
καὶ
ἐγένετο
καθὼς
ἠκούσθη
τῷ
Σαναβαλλατ
καὶ
Τωβια
καὶ
τῷ
Γησαμ
τῷ
Αραβι
καὶ
τοῗς
καταλοίποις
τῶν
ἐχθρῶν
ἡμῶν
ὅτι
ᾠκοδόμησα
τὸ
τεῗχος
καὶ
οὐ
κατελείφθη
ἐν
αὐτοῗς
πνοή
ἕως
τοῦ
καιροῦ
ἐκείνου
θύρας
οὐκ
ἐπέστησα
ἐν
ταῗς
πύλαις
2
καὶ
ἀπέστειλεν
Σαναβαλλατ
καὶ
Γησαμ
πρός
με
λέγων
δεῦρο
καὶ
συναχθῶμεν
ἐπὶ
τὸ
αὐτὸ
ἐν
ταῗς
κώμαις
ἐν
πεδίῳ
Ωνω
καὶ
αὐτοὶ
λογιζόμενοι
ποιῆσαί
μοι
πονηρίαν
3
καὶ
ἀπέστειλα
ἐπ
αὐτοὺς
ἀγγέλους
λέγων
ἔργον
μέγα
ἐγὼ
ποιῶ
καὶ
οὐ
δυνήσομαι
καταβῆναι
μήποτε
καταπαύσῃ
τὸ
ἔργον
ὡς
ἂν
τελειώσω
αὐτό
καταβήσομαι
πρὸς
ὑμᾶς
4
καὶ
ἀπέστειλαν
πρός
με
ὡς
τὸ
ῥῆμα
τοῦτο
καὶ
ἀπέστειλα
αὐτοῗς
κατὰ
ταῦτα
5
καὶ
ἀπέστειλεν
πρός
με
Σαναβαλλατ
τὸν
παῗδα
αὐτοῦ
καὶ
ἐπιστολὴν
ἀνεῳγμένην
ἐν
χειρὶ
αὐτοῦ
6
καὶ
ἦν
γεγραμμένον
ἐν
αὐτῇ
ἐν
ἔθνεσιν
ἠκούσθη
ὅτι
σὺ
καὶ
οἱ
Ιουδαῗοι
λογίζεσθε
ἀποστατῆσαι
διὰ
τοῦτο
σὺ
οἰκοδομεῗς
τὸ
τεῗχος
καὶ
σὺ
γίνῃ
αὐτοῗς
εἰς
βασιλέα
7
καὶ
πρὸς
τούτοις
προφήτας
ἔστησας
σεαυτῷ
ἵνα
καθίσῃς
ἐν
Ιερουσαλημ
εἰς
βασιλέα
ἐν
Ιουδα
καὶ
νῦν
ἀπαγγελήσονται
τῷ
βασιλεῗ
οἱ
λόγοι
οὗτοι
καὶ
νῦν
δεῦρο
βουλευσώμεθα
ἐπὶ
τὸ
αὐτό
8
καὶ
ἀπέστειλα
πρὸς
αὐτὸν
λέγων
οὐκ
ἐγενήθη
ὡς
οἱ
λόγοι
οὗτοι
οὓς
σὺ
λέγεις
ὅτι
ἀπὸ
καρδίας
σου
σὺ
ψεύδῃ
αὐτούς
9
ὅτι
πάντες
φοβερίζουσιν
ἡμᾶς
λέγοντες
ἐκλυθήσονται
αἱ
χεῗρες
αὐτῶν
ἀπὸ
τοῦ
ἔργου
τούτου
καὶ
οὐ
ποιηθήσεται
καὶ
νῦν
ἐκραταίωσα
τὰς
χεῗράς
μου
10
καὶ
ἐγὼ
εἰσῆλθον
εἰς
οἶκον
Σεμεϊ
υἱοῦ
Δαλαια
υἱοῦ
Μεηταβηλ
καὶ
αὐτὸς
συνεχόμενος
καὶ
εἶπεν
συναχθῶμεν
εἰς
οἶκον
τοῦ
θεοῦ
ἐν
μέσῳ
αὐτοῦ
καὶ
κλείσωμεν
τὰς
θύρας
αὐτοῦ
ὅτι
ἔρχονται
νυκτὸς
φονεῦσαί
σε
11
καὶ
εἶπα
τίς
ἐστιν
ὁ
ἀνήρ
ὃς
εἰσελεύσεται
εἰς
τὸν
οἶκον
καὶ
ζήσεται
12
καὶ
ἐπέγνων
καὶ
ἰδοὺ
ὁ
θεὸς
οὐκ
ἀπέστειλεν
αὐτόν
ὅτι
ἡ
προφητεία
λόγος
κατ
ἐμοῦ
καὶ
Τωβιας
καὶ
Σαναβαλλατ
ἐμισθώσαντο
13
ἐπ
ἐμὲ
ὄχλον
ὅπως
φοβηθῶ
καὶ
ποιήσω
οὕτως
καὶ
ἁμάρτω
καὶ
γένωμαι
αὐτοῗς
εἰς
ὄνομα
πονηρόν
ὅπως
ὀνειδίσωσίν
με
14
μνήσθητι
ὁ
θεός
τῷ
Τωβια
καὶ
τῷ
Σαναβαλλατ
ὡς
τὰ
ποιήματα
αὐτοῦ
ταῦτα
καὶ
τῷ
Νωαδια
τῷ
προφήτῃ
καὶ
τοῗς
καταλοίποις
τῶν
προφητῶν
οἳ
ἦσαν
φοβερίζοντές
με
15
καὶ
ἐτελέσθη
τὸ
τεῗχος
πέμπτῃ
καὶ
εἰκάδι
τοῦ
Ελουλ
εἰς
πεντήκοντα
καὶ
δύο
ἡμέρας
16
καὶ
ἐγένετο
ἡνίκα
ἤκουσαν
πάντες
οἱ
ἐχθροὶ
ἡμῶν
καὶ
ἐφοβήθησαν
πάντα
τὰ
ἔθνη
τὰ
κύκλῳ
ἡμῶν
καὶ
ἐπέπεσεν
φόβος
σφόδρα
ἐν
ὀφθαλμοῗς
αὐτῶν
καὶ
ἔγνωσαν
ὅτι
παρὰ
τοῦ
θεοῦ
ἡμῶν
ἐγενήθη
τελειωθῆναι
τὸ
ἔργον
τοῦτο
17
καὶ
ἐν
ταῗς
ἡμέραις
ἐκείναις
ἀπὸ
πολλῶν
ἐντίμων
Ιουδα
ἐπιστολαὶ
ἐπορεύοντο
πρὸς
Τωβιαν
καὶ
αἱ
Τωβια
ἤρχοντο
πρὸς
αὐτούς
18
ὅτι
πολλοὶ
ἐν
Ιουδα
ἔνορκοι
ἦσαν
αὐτῷ
ὅτι
γαμβρὸς
ἦν
τοῦ
Σεχενια
υἱοῦ
Ηραε
καὶ
Ιωαναν
υἱὸς
αὐτοῦ
ἔλαβεν
τὴν
θυγατέρα
Μεσουλαμ
υἱοῦ
Βαραχια
εἰς
γυναῗκα
19
καὶ
τοὺς
λόγους
αὐτοῦ
ἦσαν
λέγοντες
πρός
με
καὶ
λόγους
μου
ἦσαν
ἐκφέροντες
αὐτῷ
καὶ
ἐπιστολὰς
ἀπέστειλεν
Τωβιας
φοβερίσαι
με
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss