Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Nehemiah
8
Ἔσδρας Βʹ
1
2
3
…
6
7
8
9
10
11
12
13
1
καὶ
συνήχθησαν
πᾶς
ὁ
λαὸς
ὡς
ἀνὴρ
εἷς
εἰς
τὸ
πλάτος
τὸ
ἔμπροσθεν
πύλης
τοῦ
ὕδατος
καὶ
εἶπαν
τῷ
Εσδρα
τῷ
γραμματεῗ
ἐνέγκαι
τὸ
βιβλίον
νόμου
Μωυσῆ
ὃν
ἐνετείλατο
κύριος
τῷ
Ισραηλ
2
καὶ
ἤνεγκεν
Εσδρας
ὁ
ἱερεὺς
τὸν
νόμον
ἐνώπιον
τῆς
ἐκκλησίας
ἀπὸ
ἀνδρὸς
καὶ
ἕως
γυναικὸς
καὶ
πᾶς
ὁ
συνίων
ἀκούειν
ἐν
ἡμέρᾳ
μιᾷ
τοῦ
μηνὸς
τοῦ
ἑβδόμου
3
καὶ
ἀνέγνω
ἐν
αὐτῷ
ἀπὸ
τῆς
ὥρας
τοῦ
διαφωτίσαι
τὸν
ἥλιον
ἕως
ἡμίσους
τῆς
ἡμέρας
ἀπέναντι
τῶν
ἀνδρῶν
καὶ
τῶν
γυναικῶν
καὶ
αὐτοὶ
συνιέντες
καὶ
ὦτα
παντὸς
τοῦ
λαοῦ
εἰς
τὸ
βιβλίον
τοῦ
νόμου
4
καὶ
ἔστη
Εσδρας
ὁ
γραμματεὺς
ἐπὶ
βήματος
ξυλίνου
καὶ
ἔστησαν
ἐχόμενα
αὐτοῦ
Ματταθιας
καὶ
Σαμαιας
καὶ
Ανανιας
καὶ
Ουρια
καὶ
Ελκια
καὶ
Μαασαια
ἐκ
δεξιῶν
αὐτοῦ
καὶ
ἐξ
ἀριστερῶν
Φαδαιας
καὶ
Μισαηλ
καὶ
Μελχιας
καὶ
Ωσαμ
καὶ
Ασαβδανα
καὶ
Ζαχαριας
καὶ
Μοσολλαμ
5
καὶ
ἤνοιξεν
Εσδρας
τὸ
βιβλίον
ἐνώπιον
παντὸς
τοῦ
λαοῦ
ὅτι
αὐτὸς
ἦν
ἐπάνω
τοῦ
λαοῦ
καὶ
ἐγένετο
ἡνίκα
ἤνοιξεν
αὐτό
ἔστη
πᾶς
ὁ
λαός
6
καὶ
ηὐλόγησεν
Εσδρας
κύριον
τὸν
θεὸν
τὸν
μέγαν
καὶ
ἀπεκρίθη
πᾶς
ὁ
λαὸς
καὶ
εἶπαν
αμην
ἐπάραντες
χεῗρας
αὐτῶν
καὶ
ἔκυψαν
καὶ
προσεκύνησαν
τῷ
κυρίῳ
ἐπὶ
πρόσωπον
ἐπὶ
τὴν
γῆν
7
καὶ
Ἰησοῦς
καὶ
Βαναιας
καὶ
Σαραβια
ἦσαν
συνετίζοντες
τὸν
λαὸν
εἰς
τὸν
νόμον
καὶ
ὁ
λαὸς
ἐν
τῇ
στάσει
αὐτοῦ
8
καὶ
ἀνέγνωσαν
ἐν
βιβλίῳ
νόμου
τοῦ
θεοῦ
καὶ
ἐδίδασκεν
Εσδρας
καὶ
διέστελλεν
ἐν
ἐπιστήμῃ
κυρίου
καὶ
συνῆκεν
ὁ
λαὸς
ἐν
τῇ
ἀναγνώσει
9
καὶ
εἶπεν
Νεεμιας
καὶ
Εσδρας
ὁ
ἱερεὺς
καὶ
γραμματεὺς
καὶ
οἱ
Λευῗται
οἱ
συνετίζοντες
τὸν
λαὸν
καὶ
εἶπαν
παντὶ
τῷ
λαῷ
ἡ
ἡμέρα
ἁγία
ἐστὶν
τῷ
κυρίῳ
θεῷ
ἡμῶν
μὴ
πενθεῗτε
μηδὲ
κλαίετε
ὅτι
ἔκλαιεν
πᾶς
ὁ
λαός
ὡς
ἤκουσαν
τοὺς
λόγους
τοῦ
νόμου
10
καὶ
εἶπεν
αὐτοῗς
πορεύεσθε
φάγετε
λιπάσματα
καὶ
πίετε
γλυκάσματα
καὶ
ἀποστείλατε
μερίδας
τοῗς
μὴ
ἔχουσιν
ὅτι
ἁγία
ἐστὶν
ἡ
ἡμέρα
τῷ
κυρίῳ
ἡμῶν
καὶ
μὴ
διαπέσητε
ὅτι
ἐστὶν
ἰσχὺς
ὑμῶν
11
καὶ
οἱ
Λευῗται
κατεσιώπων
πάντα
τὸν
λαὸν
λέγοντες
σιωπᾶτε
ὅτι
ἡ
ἡμέρα
ἁγία
καὶ
μὴ
καταπίπτετε
12
καὶ
ἀπῆλθεν
πᾶς
ὁ
λαὸς
φαγεῗν
καὶ
πιεῗν
καὶ
ἀποστέλλειν
μερίδας
καὶ
ποιῆσαι
εὐφροσύνην
μεγάλην
ὅτι
συνῆκαν
ἐν
τοῗς
λόγοις
οἷς
ἐγνώρισεν
αὐτοῗς
13
καὶ
ἐν
τῇ
ἡμέρᾳ
τῇ
δευτέρᾳ
συνήχθησαν
οἱ
ἄρχοντες
τῶν
πατριῶν
τῷ
παντὶ
λαῷ
οἱ
ἱερεῗς
καὶ
οἱ
Λευῗται
πρὸς
Εσδραν
τὸν
γραμματέα
ἐπιστῆσαι
πρὸς
πάντας
τοὺς
λόγους
τοῦ
νόμου
14
καὶ
εὕροσαν
γεγραμμένον
ἐν
τῷ
νόμῳ
ᾧ
ἐνετείλατο
κύριος
τῷ
Μωυσῇ
ὅπως
κατοικήσωσιν
οἱ
υἱοὶ
Ισραηλ
ἐν
σκηναῗς
ἐν
ἑορτῇ
ἐν
μηνὶ
τῷ
ἑβδόμῳ
15
καὶ
ὅπως
σημάνωσιν
σάλπιγξιν
ἐν
πάσαις
ταῗς
πόλεσιν
αὐτῶν
καὶ
ἐν
Ιερουσαλημ
καὶ
εἶπεν
Εσδρας
ἐξέλθετε
εἰς
τὸ
ὄρος
καὶ
ἐνέγκετε
φύλλα
ἐλαίας
καὶ
φύλλα
ξύλων
κυπαρισσίνων
καὶ
φύλλα
μυρσίνης
καὶ
φύλλα
φοινίκων
καὶ
φύλλα
ξύλου
δασέος
ποιῆσαι
σκηνὰς
κατὰ
τὸ
γεγραμμένον
16
καὶ
ἐξῆλθεν
ὁ
λαὸς
καὶ
ἤνεγκαν
καὶ
ἐποίησαν
ἑαυτοῗς
σκηνὰς
ἀνὴρ
ἐπὶ
τοῦ
δώματος
αὐτοῦ
καὶ
ἐν
ταῗς
αὐλαῗς
αὐτῶν
καὶ
ἐν
ταῗς
αὐλαῗς
οἴκου
τοῦ
θεοῦ
καὶ
ἐν
πλατείαις
τῆς
πόλεως
καὶ
ἕως
πύλης
Εφραιμ
17
καὶ
ἐποίησαν
πᾶσα
ἡ
ἐκκλησία
οἱ
ἐπιστρέψαντες
ἀπὸ
τῆς
αἰχμαλωσίας
σκηνὰς
καὶ
ἐκάθισαν
ἐν
σκηναῗς
ὅτι
οὐκ
ἐποίησαν
ἀπὸ
ἡμερῶν
Ἰησοῦ
υἱοῦ
Ναυη
οὕτως
οἱ
υἱοὶ
Ισραηλ
ἕως
τῆς
ἡμέρας
ἐκείνης
καὶ
ἐγένετο
εὐφροσύνη
μεγάλη
18
καὶ
ἀνέγνω
ἐν
βιβλίῳ
νόμου
τοῦ
θεοῦ
ἡμέραν
ἐν
ἡμέρᾳ
ἀπὸ
τῆς
ἡμέρας
τῆς
πρώτης
ἕως
τῆς
ἡμέρας
τῆς
ἐσχάτης
καὶ
ἐποίησαν
ἑορτὴν
ἑπτὰ
ἡμέρας
καὶ
τῇ
ἡμέρᾳ
τῇ
ὀγδόῃ
ἐξόδιον
κατὰ
τὸ
κρίμα
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss