Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Nehemiah
4
Ἔσδρας Βʹ
1
2
3
4
5
6
…
11
12
13
1
καὶ
ἐγένετο
ἡνίκα
ἤκουσεν
Σαναβαλλατ
ὅτι
ἡμεῗς
οἰκοδομοῦμεν
τὸ
τεῗχος
καὶ
πονηρὸν
ἦν
αὐτῷ
καὶ
ὠργίσθη
ἐπὶ
πολὺ
καὶ
ἐξεγέλα
ἐπὶ
τοῗς
Ιουδαίοις
2
καὶ
εἶπεν
ἐνώπιον
τῶν
ἀδελφῶν
αὐτοῦ
αὕτη
ἡ
δύναμις
Σομορων
ὅτι
οἱ
Ιουδαῗοι
οὗτοι
οἰκοδομοῦσιν
τὴν
ἑαυτῶν
πόλιν
3
καὶ
Τωβιας
ὁ
αμμανίτης
ἐχόμενα
αὐτοῦ
ἦλθεν
καὶ
εἶπαν
πρὸς
ἑαυτούς
μὴ
θυσιάσουσιν
ἢ
φάγονται
ἐπὶ
τοῦ
τόπου
αὐτῶν
οὐχὶ
ἀναβήσεται
ἀλώπηξ
καὶ
καθελεῗ
τὸ
τεῗχος
λίθων
αὐτῶν
4
ἄκουσον
ὁ
θεὸς
ἡμῶν
ὅτι
ἐγενήθημεν
εἰς
μυκτηρισμόν
καὶ
ἐπίστρεψον
ὀνειδισμὸν
αὐτῶν
εἰς
κεφαλὴν
αὐτῶν
καὶ
δὸς
αὐτοὺς
εἰς
μυκτηρισμὸν
ἐν
γῇ
αἰχμαλωσίας
5
καὶ
μὴ
καλύψῃς
ἐπὶ
ἀνομίαν
7
καὶ
ἐγένετο
ὡς
ἤκουσεν
Σαναβαλλατ
καὶ
Τωβια
καὶ
οἱ
Ἄραβες
καὶ
οἱ
Αμμανῗται
ὅτι
ἀνέβη
φυὴ
τοῗς
τείχεσιν
Ιερουσαλημ
ὅτι
ἤρξαντο
αἱ
διασφαγαὶ
ἀναφράσσεσθαι
καὶ
πονηρὸν
αὐτοῗς
ἐφάνη
σφόδρα
8
καὶ
συνήχθησαν
πάντες
ἐπὶ
τὸ
αὐτὸ
ἐλθεῗν
παρατάξασθαι
ἐν
Ιερουσαλημ
9
καὶ
προσηυξάμεθα
πρὸς
τὸν
θεὸν
ἡμῶν
καὶ
ἐστήσαμεν
προφύλακας
ἐπ
αὐτοὺς
ἡμέρας
καὶ
νυκτὸς
ἀπὸ
προσώπου
αὐτῶν
10
καὶ
εἶπεν
Ιουδας
συνετρίβη
ἡ
ἰσχὺς
τῶν
ἐχθρῶν
καὶ
ὁ
χοῦς
πολύς
καὶ
ἡμεῗς
οὐ
δυνησόμεθα
οἰκοδομεῗν
ἐν
τῷ
τείχει
11
καὶ
εἶπαν
οἱ
θλίβοντες
ἡμᾶς
οὐ
γνώσονται
καὶ
οὐκ
ὄψονται
ἕως
ὅτου
ἔλθωμεν
εἰς
μέσον
αὐτῶν
καὶ
φονεύσωμεν
αὐτοὺς
καὶ
καταπαύσωμεν
τὸ
ἔργον
12
καὶ
ἐγένετο
ὡς
ἤλθοσαν
οἱ
Ιουδαῗοι
οἱ
οἰκοῦντες
ἐχόμενα
αὐτῶν
καὶ
εἴποσαν
ἡμῗν
ἀναβαίνουσιν
ἐκ
πάντων
τῶν
τόπων
ἐφ
ἡμᾶς
13
καὶ
ἔστησα
εἰς
τὰ
κατώτατα
τοῦ
τόπου
κατόπισθεν
τοῦ
τείχους
ἐν
τοῗς
σκεπεινοῗς
καὶ
ἔστησα
τὸν
λαὸν
κατὰ
δήμους
μετὰ
ῥομφαιῶν
αὐτῶν
λόγχας
αὐτῶν
καὶ
τόξα
αὐτῶν
14
καὶ
εἶδον
καὶ
ἀνέστην
καὶ
εἶπα
πρὸς
τοὺς
ἐντίμους
καὶ
πρὸς
τοὺς
στρατηγοὺς
καὶ
πρὸς
τοὺς
καταλοίπους
τοῦ
λαοῦ
μὴ
φοβηθῆτε
ἀπὸ
προσώπου
αὐτῶν
μνήσθητε
τοῦ
θεοῦ
ἡμῶν
τοῦ
μεγάλου
καὶ
φοβεροῦ
καὶ
παρατάξασθε
περὶ
τῶν
ἀδελφῶν
ὑμῶν
υἱῶν
ὑμῶν
καὶ
θυγατέρων
ὑμῶν
γυναικῶν
ὑμῶν
καὶ
οἴκων
ὑμῶν
15
καὶ
ἐγένετο
ἡνίκα
ἤκουσαν
οἱ
ἐχθροὶ
ἡμῶν
ὅτι
ἐγνώσθη
ἡμῗν
καὶ
διεσκέδασεν
ὁ
θεὸς
τὴν
βουλὴν
αὐτῶν
καὶ
ἐπεστρέψαμεν
πάντες
ἡμεῗς
εἰς
τὸ
τεῗχος
ἀνὴρ
εἰς
τὸ
ἔργον
αὐτοῦ
16
καὶ
ἐγένετο
ἀπὸ
τῆς
ἡμέρας
ἐκείνης
ἥμισυ
τῶν
ἐκτετιναγμένων
ἐποίουν
τὸ
ἔργον
καὶ
ἥμισυ
αὐτῶν
ἀντείχοντο
καὶ
λόγχαι
καὶ
θυρεοὶ
καὶ
τὰ
τόξα
καὶ
οἱ
θώρακες
καὶ
οἱ
ἄρχοντες
ὀπίσω
παντὸς
οἴκου
Ιουδα
17
τῶν
οἰκοδομούντων
ἐν
τῷ
τείχει
καὶ
οἱ
αἴροντες
ἐν
τοῗς
ἀρτῆρσιν
ἐν
ὅπλοις
ἐν
μιᾷ
χειρὶ
ἐποίει
αὐτὸ
τὸ
ἔργον
καὶ
μία
ἐκράτει
τὴν
βολίδα
18
καὶ
οἱ
οἰκοδόμοι
ἀνὴρ
ῥομφαίαν
αὐτοῦ
ἐζωσμένος
ἐπὶ
τὴν
ὀσφὺν
αὐτοῦ
καὶ
ᾠκοδομοῦσαν
καὶ
ὁ
σαλπίζων
ἐν
τῇ
κερατίνῃ
ἐχόμενα
αὐτοῦ
19
καὶ
εἶπα
πρὸς
τοὺς
ἐντίμους
καὶ
πρὸς
τοὺς
ἄρχοντας
καὶ
πρὸς
τοὺς
καταλοίπους
τοῦ
λαοῦ
τὸ
ἔργον
πλατὺ
καὶ
πολύ
καὶ
ἡμεῗς
σκορπιζόμεθα
ἐπὶ
τοῦ
τείχους
μακρὰν
ἀνὴρ
ἀπὸ
τοῦ
ἀδελφοῦ
αὐτοῦ
20
ἐν
τόπῳ
οὗ
ἐὰν
ἀκούσητε
τὴν
φωνὴν
τῆς
κερατίνης
ἐκεῗ
συναχθήσεσθε
πρὸς
ἡμᾶς
καὶ
ὁ
θεὸς
ἡμῶν
πολεμήσει
περὶ
ἡμῶν
21
καὶ
ἡμεῗς
ποιοῦντες
τὸ
ἔργον
καὶ
ἥμισυ
αὐτῶν
κρατοῦντες
τὰς
λόγχας
ἀπὸ
ἀναβάσεως
τοῦ
ὄρθρου
ἕως
ἐξόδου
τῶν
ἄστρων
22
καὶ
ἐν
τῷ
καιρῷ
ἐκείνῳ
εἶπα
τῷ
λαῷ
αὐλίσθητε
ἐν
μέσῳ
Ιερουσαλημ
καὶ
ἔστω
ὑμῗν
ἡ
νὺξ
προφυλακὴ
καὶ
ἡ
ἡμέρα
ἔργον
23
καὶ
ἤμην
ἐγὼ
καὶ
οἱ
ἄνδρες
τῆς
προφυλακῆς
ὀπίσω
μου
καὶ
οὐκ
ἦν
ἐξ
ἡμῶν
ἐκδιδυσκόμενος
ἀνὴρ
τὰ
ἱμάτια
αὐτοῦ
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss