Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Jeremiah
22
Ἱερεμίας
1
2
3
…
20
21
22
23
24
…
50
51
52
1
τάδε
λέγει
κύριος
πορεύου
καὶ
κατάβηθι
εἰς
τὸν
οἶκον
τοῦ
βασιλέως
Ιουδα
καὶ
λαλήσεις
ἐκεῗ
τὸν
λόγον
τοῦτον
2
καὶ
ἐρεῗς
ἄκουε
λόγον
κυρίου
βασιλεῦ
Ιουδα
ὁ
καθήμενος
ἐπὶ
θρόνου
Δαυιδ
σὺ
καὶ
ὁ
οἶκός
σου
καὶ
ὁ
λαός
σου
καὶ
οἱ
εἰσπορευόμενοι
ταῗς
πύλαις
ταύταις
3
τάδε
λέγει
κύριος
ποιεῗτε
κρίσιν
καὶ
δικαιοσύνην
καὶ
ἐξαιρεῗσθε
διηρπασμένον
ἐκ
χειρὸς
ἀδικοῦντος
αὐτὸν
καὶ
προσήλυτον
καὶ
ὀρφανὸν
καὶ
χήραν
μὴ
καταδυναστεύετε
καὶ
μὴ
ἀσεβεῗτε
καὶ
αἷμα
ἀθῷον
μὴ
ἐκχέητε
ἐν
τῷ
τόπῳ
τούτῳ
4
διότι
ἐὰν
ποιοῦντες
ποιήσητε
τὸν
λόγον
τοῦτον
καὶ
εἰσελεύσονται
ἐν
ταῗς
πύλαις
τοῦ
οἴκου
τούτου
βασιλεῗς
καθήμενοι
ἐπὶ
θρόνου
Δαυιδ
καὶ
ἐπιβεβηκότες
ἐφ
ἁρμάτων
καὶ
ἵππων
αὐτοὶ
καὶ
οἱ
παῗδες
αὐτῶν
καὶ
ὁ
λαὸς
αὐτῶν
5
ἐὰν
δὲ
μὴ
ποιήσητε
τοὺς
λόγους
τούτους
κατ
ἐμαυτοῦ
ὤμοσα
λέγει
κύριος
ὅτι
εἰς
ἐρήμωσιν
ἔσται
ὁ
οἶκος
οὗτος
6
ὅτι
τάδε
λέγει
κύριος
κατὰ
τοῦ
οἴκου
βασιλέως
Ιουδα
Γαλααδ
σύ
μοι
ἀρχὴ
τοῦ
Λιβάνου
ἐὰν
μὴ
θῶ
σε
εἰς
ἔρημον
πόλεις
μὴ
κατοικηθησομένας
7
καὶ
ἐπάξω
ἐπὶ
σὲ
ἄνδρα
ὀλεθρεύοντα
καὶ
τὸν
πέλεκυν
αὐτοῦ
καὶ
ἐκκόψουσιν
τὰς
ἐκλεκτὰς
κέδρους
σου
καὶ
ἐμβαλοῦσιν
εἰς
τὸ
πῦρ
8
καὶ
διελεύσονται
ἔθνη
διὰ
τῆς
πόλεως
ταύτης
καὶ
ἐροῦσιν
ἕκαστος
πρὸς
τὸν
πλησίον
αὐτοῦ
διὰ
τί
ἐποίησεν
κύριος
οὕτως
τῇ
πόλει
τῇ
μεγάλῃ
ταύτῃ
9
καὶ
ἐροῦσιν
ἀνθ
ὧν
ἐγκατέλιπον
τὴν
διαθήκην
κυρίου
θεοῦ
αὐτῶν
καὶ
προσεκύνησαν
θεοῗς
ἀλλοτρίοις
καὶ
ἐδούλευσαν
αὐτοῗς
10
μὴ
κλαίετε
τὸν
τεθνηκότα
μηδὲ
θρηνεῗτε
αὐτόν
κλαύσατε
κλαυθμῷ
τὸν
ἐκπορευόμενον
ὅτι
οὐκ
ἐπιστρέψει
ἔτι
καὶ
οὐ
μὴ
ἴδῃ
τὴν
γῆν
πατρίδος
αὐτοῦ
11
διότι
τάδε
λέγει
κύριος
ἐπὶ
Σελλημ
υἱὸν
Ιωσια
τὸν
βασιλεύοντα
ἀντὶ
Ιωσια
τοῦ
πατρὸς
αὐτοῦ
ὃς
ἐξῆλθεν
ἐκ
τοῦ
τόπου
τούτου
οὐκ
ἀναστρέψει
ἐκεῗ
οὐκέτι
12
ἀλλ
ἢ
ἐν
τῷ
τόπῳ
οὗ
μετῴκισα
αὐτόν
ἐκεῗ
ἀποθανεῗται
καὶ
τὴν
γῆν
ταύτην
οὐκ
ὄψεται
ἔτι
13
ὦ
ὁ
οἰκοδομῶν
οἰκίαν
αὐτοῦ
οὐ
μετὰ
δικαιοσύνης
καὶ
τὰ
ὑπερῷα
αὐτοῦ
οὐκ
ἐν
κρίματι
παρὰ
τῷ
πλησίον
αὐτοῦ
ἐργᾶται
δωρεὰν
καὶ
τὸν
μισθὸν
αὐτοῦ
οὐ
μὴ
ἀποδώσει
αὐτῷ
14
ᾠκοδόμησας
σεαυτῷ
οἶκον
σύμμετρον
ὑπερῷα
ῥιπιστὰ
διεσταλμένα
θυρίσιν
καὶ
ἐξυλωμένα
ἐν
κέδρῳ
καὶ
κεχρισμένα
ἐν
μίλτῳ
15
μὴ
βασιλεύσεις
ὅτι
σὺ
παροξύνῃ
ἐν
Αχαζ
τῷ
πατρί
σου
οὐ
φάγονται
καὶ
οὐ
πίονται
βέλτιον
ἦν
σε
ποιεῗν
κρίμα
καὶ
δικαιοσύνην
καλήν
16
οὐκ
ἔγνωσαν
οὐκ
ἔκριναν
κρίσιν
ταπεινῷ
οὐδὲ
κρίσιν
πένητος
οὐ
τοῦτό
ἐστιν
τὸ
μὴ
γνῶναί
σε
ἐμέ
λέγει
κύριος
17
ἰδοὺ
οὔκ
εἰσιν
οἱ
ὀφθαλμοί
σου
οὐδὲ
ἡ
καρδία
σου
καλή
ἀλλ
εἰς
τὴν
πλεονεξίαν
σου
καὶ
εἰς
τὸ
αἷμα
τὸ
ἀθῷον
τοῦ
ἐκχέειν
αὐτὸ
καὶ
εἰς
ἀδίκημα
καὶ
εἰς
φόνον
τοῦ
ποιεῗν
18
διὰ
τοῦτο
τάδε
λέγει
κύριος
ἐπὶ
Ιωακιμ
υἱὸν
Ιωσια
βασιλέα
Ιουδα
οὐαὶ
ἐπὶ
τὸν
ἄνδρα
τοῦτον
οὐ
μὴ
κόψωνται
αὐτόν
ὦ
ἀδελφέ
οὐδὲ
μὴ
κλαύσονται
αὐτόν
οἴμμοι
κύριε
19
ταφὴν
ὄνου
ταφήσεται
συμψησθεὶς
ῥιφήσεται
ἐπέκεινα
τῆς
πύλης
Ιερουσαλημ
20
ἀνάβηθι
εἰς
τὸν
Λίβανον
καὶ
κέκραξον
καὶ
εἰς
τὴν
Βασαν
δὸς
τὴν
φωνήν
σου
καὶ
βόησον
εἰς
τὸ
πέραν
τῆς
θαλάσσης
ὅτι
συνετρίβησαν
πάντες
οἱ
ἐρασταί
σου
21
ἐλάλησα
πρὸς
σὲ
ἐν
τῇ
παραπτώσει
σου
καὶ
εἶπας
οὐκ
ἀκούσομαι
αὕτη
ἡ
ὁδός
σου
ἐκ
νεότητός
σου
οὐκ
ἤκουσας
τῆς
φωνῆς
μου
22
πάντας
τοὺς
ποιμένας
σου
ποιμανεῗ
ἄνεμος
καὶ
οἱ
ἐρασταί
σου
ἐν
αἰχμαλωσίᾳ
ἐξελεύσονται
ὅτι
τότε
αἰσχυνθήσῃ
καὶ
ἀτιμωθήσῃ
ἀπὸ
πάντων
τῶν
φιλούντων
σε
23
κατοικοῦσα
ἐν
τῷ
Λιβάνῳ
ἐννοσσεύουσα
ἐν
ταῗς
κέδροις
καταστενάξεις
ἐν
τῷ
ἐλθεῗν
σοι
ὠδῗνας
ὡς
τικτούσης
24
ζῶ
ἐγώ
λέγει
κύριος
ἐὰν
γενόμενος
γένηται
Ιεχονιας
υἱὸς
Ιωακιμ
βασιλεὺς
Ιουδα
ἀποσφράγισμα
ἐπὶ
τῆς
χειρὸς
τῆς
δεξιᾶς
μου
ἐκεῗθεν
ἐκσπάσω
σε
25
καὶ
παραδώσω
σε
εἰς
χεῗρας
τῶν
ζητούντων
τὴν
ψυχήν
σου
ὧν
σὺ
εὐλαβῇ
ἀπὸ
προσώπου
αὐτῶν
εἰς
χεῗρας
τῶν
Χαλδαίων
26
καὶ
ἀπορρίψω
σὲ
καὶ
τὴν
μητέρα
σου
τὴν
τεκοῦσάν
σε
εἰς
γῆν
οὗ
οὐκ
ἐτέχθης
ἐκεῗ
καὶ
ἐκεῗ
ἀποθανεῗσθε
27
εἰς
δὲ
τὴν
γῆν
ἣν
αὐτοὶ
εὔχονται
ταῗς
ψυχαῗς
αὐτῶν
οὐ
μὴ
ἀποστρέψωσιν
28
ἠτιμώθη
Ιεχονιας
ὡς
σκεῦος
οὗ
οὐκ
ἔστιν
χρεία
αὐτοῦ
ὅτι
ἐξερρίφη
καὶ
ἐξεβλήθη
εἰς
γῆν
ἣν
οὐκ
ᾔδει
29
γῆ
γῆ
ἄκουε
λόγον
κυρίου
30
γράψον
τὸν
ἄνδρα
τοῦτον
ἐκκήρυκτον
ἄνθρωπον
ὅτι
οὐ
μὴ
αὐξηθῇ
ἐκ
τοῦ
σπέρματος
αὐτοῦ
ἀνὴρ
καθήμενος
ἐπὶ
θρόνου
Δαυιδ
ἄρχων
ἔτι
ἐν
τῷ
Ιουδα
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss