Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Jeremiah
20
Ἱερεμίας
1
2
3
…
18
19
20
21
22
…
50
51
52
1
καὶ
ἤκουσεν
Πασχωρ
υἱὸς
Εμμηρ
ὁ
ἱερεύς
καὶ
οὗτος
ἦν
καθεσταμένος
ἡγούμενος
οἴκου
κυρίου
τοῦ
Ιερεμιου
προφητεύοντος
τοὺς
λόγους
τούτους
2
καὶ
ἐπάταξεν
αὐτὸν
καὶ
ἐνέβαλεν
αὐτὸν
εἰς
τὸν
καταρράκτην
ὃς
ἦν
ἐν
πύλῃ
οἴκου
ἀποτεταγμένου
τοῦ
ὑπερῴου
ὃς
ἦν
ἐν
οἴκῳ
κυρίου
3
καὶ
ἐξήγαγεν
Πασχωρ
τὸν
Ιερεμιαν
ἐκ
τοῦ
καταρράκτου
καὶ
εἶπεν
αὐτῷ
Ιερεμιας
οὐχὶ
Πασχωρ
ἐκάλεσεν
κύριος
τὸ
ὄνομά
σου
ἀλλ
ἢ
μέτοικον
4
διότι
τάδε
λέγει
κύριος
ἰδοὺ
ἐγὼ
δίδωμί
σε
εἰς
μετοικίαν
σὺν
πᾶσι
τοῗς
φίλοις
σου
καὶ
πεσοῦνται
ἐν
μαχαίρᾳ
ἐχθρῶν
αὐτῶν
καὶ
οἱ
ὀφθαλμοί
σου
ὄψονται
καὶ
σὲ
καὶ
πάντα
Ιουδαν
δώσω
εἰς
χεῗρας
βασιλέως
Βαβυλῶνος
καὶ
μετοικιοῦσιν
αὐτοὺς
καὶ
κατακόψουσιν
αὐτοὺς
ἐν
μαχαίραις
5
καὶ
δώσω
τὴν
πᾶσαν
ἰσχὺν
τῆς
πόλεως
ταύτης
καὶ
πάντας
τοὺς
πόνους
αὐτῆς
καὶ
πάντας
τοὺς
θησαυροὺς
τοῦ
βασιλέως
Ιουδα
εἰς
χεῗρας
ἐχθρῶν
αὐτοῦ
καὶ
ἄξουσιν
αὐτοὺς
εἰς
Βαβυλῶνα
6
καὶ
σὺ
καὶ
πάντες
οἱ
κατοικοῦντες
ἐν
τῷ
οἴκῳ
σου
πορεύσεσθε
ἐν
αἰχμαλωσίᾳ
καὶ
ἐν
Βαβυλῶνι
ἀποθανῇ
καὶ
ἐκεῗ
ταφήσῃ
σὺ
καὶ
πάντες
οἱ
φίλοι
σου
οἷς
ἐπροφήτευσας
αὐτοῗς
ψευδῆ
7
ἠπάτησάς
με
κύριε
καὶ
ἠπατήθην
ἐκράτησας
καὶ
ἠδυνάσθης
ἐγενόμην
εἰς
γέλωτα
πᾶσαν
ἡμέραν
διετέλεσα
μυκτηριζόμενος
8
ὅτι
πικρῷ
λόγῳ
μου
γελάσομαι
ἀθεσίαν
καὶ
ταλαιπωρίαν
ἐπικαλέσομαι
ὅτι
ἐγενήθη
λόγος
κυρίου
εἰς
ὀνειδισμὸν
ἐμοὶ
καὶ
εἰς
χλευασμὸν
πᾶσαν
ἡμέραν
μου
9
καὶ
εἶπα
οὐ
μὴ
ὀνομάσω
τὸ
ὄνομα
κυρίου
καὶ
οὐ
μὴ
λαλήσω
ἔτι
ἐπὶ
τῷ
ὀνόματι
αὐτοῦ
καὶ
ἐγένετο
ὡς
πῦρ
καιόμενον
φλέγον
ἐν
τοῗς
ὀστέοις
μου
καὶ
παρεῗμαι
πάντοθεν
καὶ
οὐ
δύναμαι
φέρειν
10
ὅτι
ἤκουσα
ψόγον
πολλῶν
συναθροιζομένων
κυκλόθεν
ἐπισύστητε
καὶ
ἐπισυστῶμεν
αὐτῷ
πάντες
ἄνδρες
φίλοι
αὐτοῦ
τηρήσατε
τὴν
ἐπίνοιαν
αὐτοῦ
εἰ
ἀπατηθήσεται
καὶ
δυνησόμεθα
αὐτῷ
καὶ
λημψόμεθα
τὴν
ἐκδίκησιν
ἡμῶν
ἐξ
αὐτοῦ
11
καὶ
κύριος
μετ
ἐμοῦ
καθὼς
μαχητὴς
ἰσχύων
διὰ
τοῦτο
ἐδίωξαν
καὶ
νοῆσαι
οὐκ
ἠδύναντο
ᾐσχύνθησαν
σφόδρα
ὅτι
οὐκ
ἐνόησαν
ἀτιμίας
αὐτῶν
αἳ
δι
αἰῶνος
οὐκ
ἐπιλησθήσονται
12
κύριε
δοκιμάζων
δίκαια
συνίων
νεφροὺς
καὶ
καρδίας
ἴδοιμι
τὴν
παρὰ
σοῦ
ἐκδίκησιν
ἐν
αὐτοῗς
ὅτι
πρὸς
σὲ
ἀπεκάλυψα
τὰ
ἀπολογήματά
μου
13
ᾄσατε
τῷ
κυρίῳ
αἰνέσατε
αὐτῷ
ὅτι
ἐξείλατο
ψυχὴν
πένητος
ἐκ
χειρὸς
πονηρευομένων
14
ἐπικατάρατος
ἡ
ἡμέρα
ἐν
ᾗ
ἐτέχθην
ἐν
αὐτῇ
ἡ
ἡμέρα
ἐν
ᾗ
ἔτεκέν
με
ἡ
μήτηρ
μου
μὴ
ἔστω
ἐπευκτή
15
ἐπικατάρατος
ὁ
ἄνθρωπος
ὁ
εὐαγγελισάμενος
τῷ
πατρί
μου
λέγων
ἐτέχθη
σοι
ἄρσεν
εὐφραινόμενος
16
ἔστω
ὁ
ἄνθρωπος
ἐκεῗνος
ὡς
αἱ
πόλεις
ἃς
κατέστρεψεν
κύριος
ἐν
θυμῷ
καὶ
οὐ
μετεμελήθη
ἀκουσάτω
κραυγῆς
τὸ
πρωὶ
καὶ
ἀλαλαγμοῦ
μεσημβρίας
17
ὅτι
οὐκ
ἀπέκτεινέν
με
ἐν
μήτρᾳ
μητρὸς
καὶ
ἐγένετό
μοι
ἡ
μήτηρ
μου
τάφος
μου
καὶ
ἡ
μήτρα
συλλήμψεως
αἰωνίας
18
ἵνα
τί
τοῦτο
ἐξῆλθον
ἐκ
μήτρας
τοῦ
βλέπειν
κόπους
καὶ
πόνους
καὶ
διετέλεσαν
ἐν
αἰσχύνῃ
αἱ
ἡμέραι
μου
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss