Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Proverbs
6
Παροιμίαι
1
2
3
4
5
6
7
8
…
29
30
31
1
υἱέ
ἐὰν
ἐγγυήσῃ
σὸν
φίλον
παραδώσεις
σὴν
χεῗρα
ἐχθρῷ
2
παγὶς
γὰρ
ἰσχυρὰ
ἀνδρὶ
τὰ
ἴδια
χείλη
καὶ
ἁλίσκεται
χείλεσιν
ἰδίου
στόματος
3
ποίει
υἱέ
ἃ
ἐγώ
σοι
ἐντέλλομαι
καὶ
σῴζου
ἥκεις
γὰρ
εἰς
χεῗρας
κακῶν
διὰ
σὸν
φίλον
ἴθι
μὴ
ἐκλυόμενος
παρόξυνε
δὲ
καὶ
τὸν
φίλον
σου
ὃν
ἐνεγυήσω
4
μὴ
δῷς
ὕπνον
σοῗς
ὄμμασιν
μηδὲ
ἐπινυστάξῃς
σοῗς
βλεφάροις
5
ἵνα
σῴζῃ
ὥσπερ
δορκὰς
ἐκ
βρόχων
καὶ
ὥσπερ
ὄρνεον
ἐκ
παγίδος
6
ἴθι
πρὸς
τὸν
μύρμηκα
ὦ
ὀκνηρέ
καὶ
ζήλωσον
ἰδὼν
τὰς
ὁδοὺς
αὐτοῦ
καὶ
γενοῦ
ἐκείνου
σοφώτερος
7
ἐκείνῳ
γὰρ
γεωργίου
μὴ
ὑπάρχοντος
μηδὲ
τὸν
ἀναγκάζοντα
ἔχων
μηδὲ
ὑπὸ
δεσπότην
ὢν
8
ἑτοιμάζεται
θέρους
τὴν
τροφὴν
πολλήν
τε
ἐν
τῷ
ἀμήτῳ
ποιεῗται
τὴν
παράθεσιν
9
ἕως
τίνος
ὀκνηρέ
κατάκεισαι
πότε
δὲ
ἐξ
ὕπνου
ἐγερθήσῃ
10
ὀλίγον
μὲν
ὑπνοῗς
ὀλίγον
δὲ
κάθησαι
μικρὸν
δὲ
νυστάζεις
ὀλίγον
δὲ
ἐναγκαλίζῃ
χερσὶν
στήθη
11
εἶτ
ἐμπαραγίνεταί
σοι
ὥσπερ
κακὸς
ὁδοιπόρος
ἡ
πενία
καὶ
ἡ
ἔνδεια
ὥσπερ
ἀγαθὸς
δρομεύς
12
ἀνὴρ
ἄφρων
καὶ
παράνομος
πορεύεται
ὁδοὺς
οὐκ
ἀγαθάς
13
ὁ
δ
αὐτὸς
ἐννεύει
ὀφθαλμῷ
σημαίνει
δὲ
ποδί
διδάσκει
δὲ
ἐννεύμασιν
δακτύλων
14
διεστραμμένῃ
δὲ
καρδίᾳ
τεκταίνεται
κακὰ
ἐν
παντὶ
καιρῷ
ὁ
τοιοῦτος
ταραχὰς
συνίστησιν
πόλει
15
διὰ
τοῦτο
ἐξαπίνης
ἔρχεται
ἡ
ἀπώλεια
αὐτοῦ
διακοπὴ
καὶ
συντριβὴ
ἀνίατος
16
ὅτι
χαίρει
πᾶσιν
οἷς
μισεῗ
ὁ
κύριος
συντρίβεται
δὲ
δι
ἀκαθαρσίαν
ψυχῆς
17
ὀφθαλμὸς
ὑβριστοῦ
γλῶσσα
ἄδικος
χεῗρες
ἐκχέουσαι
αἷμα
δικαίου
18
καὶ
καρδία
τεκταινομένη
λογισμοὺς
κακοὺς
καὶ
πόδες
ἐπισπεύδοντες
κακοποιεῗν
19
ἐκκαίει
ψεύδη
μάρτυς
ἄδικος
καὶ
ἐπιπέμπει
κρίσεις
ἀνὰ
μέσον
ἀδελφῶν
20
υἱέ
φύλασσε
νόμους
πατρός
σου
καὶ
μὴ
ἀπώσῃ
θεσμοὺς
μητρός
σου
21
ἄφαψαι
δὲ
αὐτοὺς
ἐπὶ
σῇ
ψυχῇ
διὰ
παντὸς
καὶ
ἐγκλοίωσαι
ἐπὶ
σῷ
τραχήλῳ
22
ἡνίκα
ἂν
περιπατῇς
ἐπάγου
αὐτήν
καὶ
μετὰ
σοῦ
ἔστω
ὡς
δ
ἂν
καθεύδῃς
φυλασσέτω
σε
ἵνα
ἐγειρομένῳ
συλλαλῇ
σοι
23
ὅτι
λύχνος
ἐντολὴ
νόμου
καὶ
φῶς
καὶ
ὁδὸς
ζωῆς
ἔλεγχος
καὶ
παιδεία
24
τοῦ
διαφυλάσσειν
σε
ἀπὸ
γυναικὸς
ὑπάνδρου
καὶ
ἀπὸ
διαβολῆς
γλώσσης
ἀλλοτρίας
25
μή
σε
νικήσῃ
κάλλους
ἐπιθυμία
μηδὲ
ἀγρευθῇς
σοῗς
ὀφθαλμοῗς
μηδὲ
συναρπασθῇς
ἀπὸ
τῶν
αὐτῆς
βλεφάρων
26
τιμὴ
γὰρ
πόρνης
ὅση
καὶ
ἑνὸς
ἄρτου
γυνὴ
δὲ
ἀνδρῶν
τιμίας
ψυχὰς
ἀγρεύει
27
ἀποδήσει
τις
πῦρ
ἐν
κόλπῳ
τὰ
δὲ
ἱμάτια
οὐ
κατακαύσει
28
ἢ
περιπατήσει
τις
ἐπ
ἀνθράκων
πυρός
τοὺς
δὲ
πόδας
οὐ
κατακαύσει
29
οὕτως
ὁ
εἰσελθὼν
πρὸς
γυναῗκα
ὕπανδρον
οὐκ
ἀθῳωθήσεται
οὐδὲ
πᾶς
ὁ
ἁπτόμενος
αὐτῆς
30
οὐ
θαυμαστὸν
ἐὰν
ἁλῷ
τις
κλέπτων
κλέπτει
γὰρ
ἵνα
ἐμπλήσῃ
τὴν
ψυχὴν
πεινῶν
31
ἐὰν
δὲ
ἁλῷ
ἀποτείσει
ἑπταπλάσια
καὶ
πάντα
τὰ
ὑπάρχοντα
αὐτοῦ
δοὺς
ῥύσεται
ἑαυτόν
32
ὁ
δὲ
μοιχὸς
δι
ἔνδειαν
φρενῶν
ἀπώλειαν
τῇ
ψυχῇ
αὐτοῦ
περιποιεῗται
33
ὀδύνας
τε
καὶ
ἀτιμίας
ὑποφέρει
τὸ
δὲ
ὄνειδος
αὐτοῦ
οὐκ
ἐξαλειφθήσεται
εἰς
τὸν
αἰῶνα
34
μεστὸς
γὰρ
ζήλου
θυμὸς
ἀνδρὸς
αὐτῆς
οὐ
φείσεται
ἐν
ἡμέρᾳ
κρίσεως
35
οὐκ
ἀνταλλάξεται
οὐδενὸς
λύτρου
τὴν
ἔχθραν
οὐδὲ
μὴ
διαλυθῇ
πολλῶν
δώρων
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss