Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Joshua
5
Ἰησοῦς Ναυῆ
1
2
3
4
5
6
7
…
22
23
24
1
καὶ
ἐγένετο
ὡς
ἤκουσαν
οἱ
βασιλεῗς
τῶν
Αμορραίων
οἳ
ἦσαν
πέραν
τοῦ
Ιορδάνου
καὶ
οἱ
βασιλεῗς
τῆς
Φοινίκης
οἱ
παρὰ
τὴν
θάλασσαν
ὅτι
ἀπεξήρανεν
κύριος
ὁ
θεὸς
τὸν
Ιορδάνην
ποταμὸν
ἐκ
τῶν
ἔμπροσθεν
τῶν
υἱῶν
Ισραηλ
ἐν
τῷ
διαβαίνειν
αὐτούς
καὶ
ἐτάκησαν
αὐτῶν
αἱ
διάνοιαι
καὶ
κατεπλάγησαν
καὶ
οὐκ
ἦν
ἐν
αὐτοῗς
φρόνησις
οὐδεμία
ἀπὸ
προσώπου
τῶν
υἱῶν
Ισραηλ
2
ὑπὸ
δὲ
τοῦτον
τὸν
καιρὸν
εἶπεν
κύριος
τῷ
Ἰησοῗ
ποίησον
σεαυτῷ
μαχαίρας
πετρίνας
ἐκ
πέτρας
ἀκροτόμου
καὶ
καθίσας
περίτεμε
τοὺς
υἱοὺς
Ισραηλ
3
καὶ
ἐποίησεν
Ἰησοῦς
μαχαίρας
πετρίνας
ἀκροτόμους
καὶ
περιέτεμεν
τοὺς
υἱοὺς
Ισραηλ
ἐπὶ
τοῦ
καλουμένου
τόπου
Βουνὸς
τῶν
ἀκροβυστιῶν
4
ὃν
δὲ
τρόπον
περιεκάθαρεν
Ἰησοῦς
τοὺς
υἱοὺς
Ισραηλ
ὅσοι
ποτὲ
ἐγένοντο
ἐν
τῇ
ὁδῷ
καὶ
ὅσοι
ποτὲ
ἀπερίτμητοι
ἦσαν
τῶν
ἐξεληλυθότων
ἐξ
Αἰγύπτου
5
πάντας
τούτους
περιέτεμεν
Ἰησοῦς
6
τεσσαράκοντα
γὰρ
καὶ
δύο
ἔτη
ἀνέστραπται
Ισραηλ
ἐν
τῇ
ἐρήμῳ
τῇ
Μαδβαρίτιδι
διὸ
ἀπερίτμητοι
ἦσαν
οἱ
πλεῗστοι
αὐτῶν
τῶν
μαχίμων
τῶν
ἐξεληλυθότων
ἐκ
γῆς
Αἰγύπτου
οἱ
ἀπειθήσαντες
τῶν
ἐντολῶν
τοῦ
θεοῦ
οἷς
καὶ
διώρισεν
μὴ
ἰδεῗν
αὐτοὺς
τὴν
γῆν
ἣν
ὤμοσεν
κύριος
τοῗς
πατράσιν
αὐτῶν
δοῦναι
ἡμῗν
γῆν
ῥέουσαν
γάλα
καὶ
μέλι
7
ἀντὶ
δὲ
τούτων
ἀντικατέστησεν
τοὺς
υἱοὺς
αὐτῶν
οὓς
Ἰησοῦς
περιέτεμεν
διὰ
τὸ
αὐτοὺς
γεγενῆσθαι
κατὰ
τὴν
ὁδὸν
ἀπεριτμήτους
8
περιτμηθέντες
δὲ
ἡσυχίαν
εἶχον
αὐτόθι
καθήμενοι
ἐν
τῇ
παρεμβολῇ
ἕως
ὑγιάσθησαν
9
καὶ
εἶπεν
κύριος
τῷ
Ἰησοῗ
υἱῷ
Ναυη
ἐν
τῇ
σήμερον
ἡμέρᾳ
ἀφεῗλον
τὸν
ὀνειδισμὸν
Αἰγύπτου
ἀφ
ὑμῶν
καὶ
ἐκάλεσεν
τὸ
ὄνομα
τοῦ
τόπου
ἐκείνου
Γαλγαλα
10
καὶ
ἐποίησαν
οἱ
υἱοὶ
Ισραηλ
τὸ
πασχα
τῇ
τεσσαρεσκαιδεκάτῃ
ἡμέρᾳ
τοῦ
μηνὸς
ἀπὸ
ἑσπέρας
ἐπὶ
δυσμῶν
Ιεριχω
ἐν
τῷ
πέραν
τοῦ
Ιορδάνου
ἐν
τῷ
πεδίῳ
11
καὶ
ἐφάγοσαν
ἀπὸ
τοῦ
σίτου
τῆς
γῆς
ἄζυμα
καὶ
νέα
ἐν
ταύτῃ
τῇ
ἡμέρᾳ
12
ἐξέλιπεν
τὸ
μαννα
μετὰ
τὸ
βεβρωκέναι
αὐτοὺς
ἐκ
τοῦ
σίτου
τῆς
γῆς
καὶ
οὐκέτι
ὑπῆρχεν
τοῗς
υἱοῗς
Ισραηλ
μαννα
ἐκαρπίσαντο
δὲ
τὴν
χώραν
τῶν
Φοινίκων
ἐν
τῷ
ἐνιαυτῷ
ἐκείνῳ
13
καὶ
ἐγένετο
ὡς
ἦν
Ἰησοῦς
ἐν
Ιεριχω
καὶ
ἀναβλέψας
τοῗς
ὀφθαλμοῗς
εἶδεν
ἄνθρωπον
ἑστηκότα
ἐναντίον
αὐτοῦ
καὶ
ἡ
ῥομφαία
ἐσπασμένη
ἐν
τῇ
χειρὶ
αὐτοῦ
καὶ
προσελθὼν
Ἰησοῦς
εἶπεν
αὐτῷ
ἡμέτερος
εἶ
ἢ
τῶν
ὑπεναντίων
14
ὁ
δὲ
εἶπεν
αὐτῷ
ἐγὼ
ἀρχιστράτηγος
δυνάμεως
κυρίου
νυνὶ
παραγέγονα
καὶ
Ἰησοῦς
ἔπεσεν
ἐπὶ
πρόσωπον
ἐπὶ
τὴν
γῆν
καὶ
εἶπεν
αὐτῷ
δέσποτα
τί
προστάσσεις
τῷ
σῷ
οἰκέτῃ
15
καὶ
λέγει
ὁ
ἀρχιστράτηγος
κυρίου
πρὸς
Ἰησοῦν
λῦσαι
τὸ
ὑπόδημα
ἐκ
τῶν
ποδῶν
σου
ὁ
γὰρ
τόπος
ἐφ
ᾧ
σὺ
ἕστηκας
ἅγιός
ἐστιν
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss