Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Joshua
3
Ἰησοῦς Ναυῆ
1
2
3
4
5
…
22
23
24
1
καὶ
ὤρθρισεν
Ἰησοῦς
τὸ
πρωί
καὶ
ἀπῆραν
ἐκ
Σαττιν
καὶ
ἤλθοσαν
ἕως
τοῦ
Ιορδάνου
καὶ
κατέλυσαν
ἐκεῗ
πρὸ
τοῦ
διαβῆναι
2
καὶ
ἐγένετο
μετὰ
τρεῗς
ἡμέρας
διῆλθον
οἱ
γραμματεῗς
διὰ
τῆς
παρεμβολῆς
3
καὶ
ἐνετείλαντο
τῷ
λαῷ
λέγοντες
ὅταν
ἴδητε
τὴν
κιβωτὸν
τῆς
διαθήκης
κυρίου
τοῦ
θεοῦ
ἡμῶν
καὶ
τοὺς
ἱερεῗς
ἡμῶν
καὶ
τοὺς
Λευίτας
αἴροντας
αὐτήν
ἀπαρεῗτε
ἀπὸ
τῶν
τόπων
ὑμῶν
καὶ
πορεύεσθε
ὀπίσω
αὐτῆς
4
ἀλλὰ
μακρὰν
ἔστω
ἀνὰ
μέσον
ὑμῶν
καὶ
ἐκείνης
ὅσον
δισχιλίους
πήχεις
στήσεσθε
μὴ
προσεγγίσητε
αὐτῇ
ἵν
ἐπίστησθε
τὴν
ὁδόν
ἣν
πορεύεσθε
αὐτήν
οὐ
γὰρ
πεπόρευσθε
τὴν
ὁδὸν
ἀπ
ἐχθὲς
καὶ
τρίτης
ἡμέρας
5
καὶ
εἶπεν
Ἰησοῦς
τῷ
λαῷ
ἁγνίσασθε
εἰς
αὔριον
ὅτι
αὔριον
ποιήσει
ἐν
ὑμῗν
κύριος
θαυμαστά
6
καὶ
εἶπεν
Ἰησοῦς
τοῗς
ἱερεῦσιν
ἄρατε
τὴν
κιβωτὸν
τῆς
διαθήκης
κυρίου
καὶ
προπορεύεσθε
τοῦ
λαοῦ
καὶ
ἦραν
οἱ
ἱερεῗς
τὴν
κιβωτὸν
τῆς
διαθήκης
κυρίου
καὶ
ἐπορεύοντο
ἔμπροσθεν
τοῦ
λαοῦ
7
καὶ
εἶπεν
κύριος
πρὸς
Ἰησοῦν
ἐν
τῇ
ἡμέρᾳ
ταύτῃ
ἄρχομαι
ὑψῶσαί
σε
κατενώπιον
πάντων
υἱῶν
Ισραηλ
ἵνα
γνῶσιν
καθότι
ἤμην
μετὰ
Μωυσῆ
οὕτως
ἔσομαι
καὶ
μετὰ
σοῦ
8
καὶ
νῦν
ἔντειλαι
τοῗς
ἱερεῦσιν
τοῗς
αἴρουσιν
τὴν
κιβωτὸν
τῆς
διαθήκης
λέγων
ὡς
ἂν
εἰσέλθητε
ἐπὶ
μέρους
τοῦ
ὕδατος
τοῦ
Ιορδάνου
καὶ
ἐν
τῷ
Ιορδάνῃ
στήσεσθε
9
καὶ
εἶπεν
Ἰησοῦς
τοῗς
υἱοῗς
Ισραηλ
προσαγάγετε
ὧδε
καὶ
ἀκούσατε
τὸ
ῥῆμα
κυρίου
τοῦ
θεοῦ
ἡμῶν
10
ἐν
τούτῳ
γνώσεσθε
ὅτι
θεὸς
ζῶν
ἐν
ὑμῗν
καὶ
ὀλεθρεύων
ὀλεθρεύσει
ἀπὸ
προσώπου
ἡμῶν
τὸν
Χαναναῗον
καὶ
τὸν
Χετταῗον
καὶ
τὸν
Φερεζαῗον
καὶ
τὸν
Ευαῗον
καὶ
τὸν
Αμορραῗον
καὶ
τὸν
Γεργεσαῗον
καὶ
τὸν
Ιεβουσαῗον
11
ἰδοὺ
ἡ
κιβωτὸς
διαθήκης
κυρίου
πάσης
τῆς
γῆς
διαβαίνει
τὸν
Ιορδάνην
12
προχειρίσασθε
ὑμῗν
δώδεκα
ἄνδρας
ἀπὸ
τῶν
υἱῶν
Ισραηλ
ἕνα
ἀφ
ἑκάστης
φυλῆς
13
καὶ
ἔσται
ὡς
ἂν
καταπαύσωσιν
οἱ
πόδες
τῶν
ἱερέων
τῶν
αἰρόντων
τὴν
κιβωτὸν
τῆς
διαθήκης
κυρίου
πάσης
τῆς
γῆς
ἐν
τῷ
ὕδατι
τοῦ
Ιορδάνου
τὸ
ὕδωρ
τοῦ
Ιορδάνου
ἐκλείψει
τὸ
δὲ
ὕδωρ
τὸ
καταβαῗνον
στήσεται
14
καὶ
ἀπῆρεν
ὁ
λαὸς
ἐκ
τῶν
σκηνωμάτων
αὐτῶν
διαβῆναι
τὸν
Ιορδάνην
οἱ
δὲ
ἱερεῗς
ἤροσαν
τὴν
κιβωτὸν
τῆς
διαθήκης
κυρίου
πρότεροι
τοῦ
λαοῦ
15
ὡς
δὲ
εἰσεπορεύοντο
οἱ
ἱερεῗς
οἱ
αἴροντες
τὴν
κιβωτὸν
τῆς
διαθήκης
ἐπὶ
τὸν
Ιορδάνην
καὶ
οἱ
πόδες
τῶν
ἱερέων
τῶν
αἰρόντων
τὴν
κιβωτὸν
τῆς
διαθήκης
κυρίου
ἐβάφησαν
εἰς
μέρος
τοῦ
ὕδατος
τοῦ
Ιορδάνου
ὁ
δὲ
Ιορδάνης
ἐπλήρου
καθ
ὅλην
τὴν
κρηπῗδα
αὐτοῦ
ὡσεὶ
ἡμέραι
θερισμοῦ
πυρῶν
16
καὶ
ἔστη
τὰ
ὕδατα
τὰ
καταβαίνοντα
ἄνωθεν
ἔστη
πῆγμα
ἓν
ἀφεστηκὸς
μακρὰν
σφόδρα
σφοδρῶς
ἕως
μέρους
Καριαθιαριμ
τὸ
δὲ
καταβαῗνον
κατέβη
εἰς
τὴν
θάλασσαν
Αραβα
θάλασσαν
ἁλός
ἕως
εἰς
τὸ
τέλος
ἐξέλιπεν
καὶ
ὁ
λαὸς
εἱστήκει
ἀπέναντι
Ιεριχω
17
καὶ
ἔστησαν
οἱ
ἱερεῗς
οἱ
αἴροντες
τὴν
κιβωτὸν
τῆς
διαθήκης
κυρίου
ἐπὶ
ξηρᾶς
ἐν
μέσῳ
τοῦ
Ιορδάνου
καὶ
πάντες
οἱ
υἱοὶ
Ισραηλ
διέβαινον
διὰ
ξηρᾶς
ἕως
συνετέλεσεν
πᾶς
ὁ
λαὸς
διαβαίνων
τὸν
Ιορδάνην
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss