Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Deuteronomy
21
Δευτερονόμιον
1
2
3
…
19
20
21
22
23
…
32
33
34
1
ἐὰν
δὲ
εὑρεθῇ
τραυματίας
ἐν
τῇ
γῇ
ᾗ
κύριος
ὁ
θεός
σου
δίδωσίν
σοι
κληρονομῆσαι
πεπτωκὼς
ἐν
τῷ
πεδίῳ
καὶ
οὐκ
οἴδασιν
τὸν
πατάξαντα
2
ἐξελεύσεται
ἡ
γερουσία
σου
καὶ
οἱ
κριταί
σου
καὶ
ἐκμετρήσουσιν
ἐπὶ
τὰς
πόλεις
τὰς
κύκλῳ
τοῦ
τραυματίου
3
καὶ
ἔσται
ἡ
πόλις
ἡ
ἐγγίζουσα
τῷ
τραυματίᾳ
καὶ
λήμψεται
ἡ
γερουσία
τῆς
πόλεως
ἐκείνης
δάμαλιν
ἐκ
βοῶν
ἥτις
οὐκ
εἴργασται
καὶ
ἥτις
οὐχ
εἵλκυσεν
ζυγόν
4
καὶ
καταβιβάσουσιν
ἡ
γερουσία
τῆς
πόλεως
ἐκείνης
τὴν
δάμαλιν
εἰς
φάραγγα
τραχεῗαν
ἥτις
οὐκ
εἴργασται
οὐδὲ
σπείρεται
καὶ
νευροκοπήσουσιν
τὴν
δάμαλιν
ἐν
τῇ
φάραγγι
5
καὶ
προσελεύσονται
οἱ
ἱερεῗς
οἱ
Λευῗται
ὅτι
αὐτοὺς
ἐπέλεξεν
κύριος
ὁ
θεός
σου
παρεστηκέναι
αὐτῷ
καὶ
εὐλογεῗν
ἐπὶ
τῷ
ὀνόματι
αὐτοῦ
καὶ
ἐπὶ
τῷ
στόματι
αὐτῶν
ἔσται
πᾶσα
ἀντιλογία
καὶ
πᾶσα
ἁφή
6
καὶ
πᾶσα
ἡ
γερουσία
τῆς
πόλεως
ἐκείνης
οἱ
ἐγγίζοντες
τῷ
τραυματίᾳ
νίψονται
τὰς
χεῗρας
ἐπὶ
τὴν
κεφαλὴν
τῆς
δαμάλεως
τῆς
νενευροκοπημένης
ἐν
τῇ
φάραγγι
7
καὶ
ἀποκριθέντες
ἐροῦσιν
αἱ
χεῗρες
ἡμῶν
οὐκ
ἐξέχεαν
τὸ
αἷμα
τοῦτο
καὶ
οἱ
ὀφθαλμοὶ
ἡμῶν
οὐχ
ἑωράκασιν
8
ἵλεως
γενοῦ
τῷ
λαῷ
σου
Ισραηλ
οὓς
ἐλυτρώσω
κύριε
ἐκ
γῆς
Αἰγύπτου
ἵνα
μὴ
γένηται
αἷμα
ἀναίτιον
ἐν
τῷ
λαῷ
σου
Ισραηλ
καὶ
ἐξιλασθήσεται
αὐτοῗς
τὸ
αἷμα
9
σὺ
δὲ
ἐξαρεῗς
τὸ
αἷμα
τὸ
ἀναίτιον
ἐξ
ὑμῶν
αὐτῶν
ἐὰν
ποιήσῃς
τὸ
καλὸν
καὶ
τὸ
ἀρεστὸν
ἔναντι
κυρίου
τοῦ
θεοῦ
σου
10
ἐὰν
δὲ
ἐξελθὼν
εἰς
πόλεμον
ἐπὶ
τοὺς
ἐχθρούς
σου
καὶ
παραδῷ
σοι
κύριος
ὁ
θεός
σου
εἰς
τὰς
χεῗράς
σου
καὶ
προνομεύσεις
τὴν
προνομὴν
αὐτῶν
11
καὶ
ἴδῃς
ἐν
τῇ
προνομῇ
γυναῗκα
καλὴν
τῷ
εἴδει
καὶ
ἐνθυμηθῇς
αὐτῆς
καὶ
λάβῃς
αὐτὴν
σαυτῷ
γυναῗκα
12
καὶ
εἰσάξεις
αὐτὴν
ἔνδον
εἰς
τὴν
οἰκίαν
σου
καὶ
ξυρήσεις
τὴν
κεφαλὴν
αὐτῆς
καὶ
περιονυχιεῗς
αὐτὴν
13
καὶ
περιελεῗς
τὰ
ἱμάτια
τῆς
αἰχμαλωσίας
αὐτῆς
ἀπ
αὐτῆς
καὶ
καθίεται
ἐν
τῇ
οἰκίᾳ
σου
καὶ
κλαύσεται
τὸν
πατέρα
καὶ
τὴν
μητέρα
μηνὸς
ἡμέρας
καὶ
μετὰ
ταῦτα
εἰσελεύσῃ
πρὸς
αὐτὴν
καὶ
συνοικισθήσῃ
αὐτῇ
καὶ
ἔσται
σου
γυνή
14
καὶ
ἔσται
ἐὰν
μὴ
θέλῃς
αὐτήν
ἐξαποστελεῗς
αὐτὴν
ἐλευθέραν
καὶ
πράσει
οὐ
πραθήσεται
ἀργυρίου
οὐκ
ἀθετήσεις
αὐτήν
διότι
ἐταπείνωσας
αὐτήν
15
ἐὰν
δὲ
γένωνται
ἀνθρώπῳ
δύο
γυναῗκες
μία
αὐτῶν
ἠγαπημένη
καὶ
μία
αὐτῶν
μισουμένη
καὶ
τέκωσιν
αὐτῷ
ἡ
ἠγαπημένη
καὶ
ἡ
μισουμένη
καὶ
γένηται
υἱὸς
πρωτότοκος
τῆς
μισουμένης
16
καὶ
ἔσται
ᾗ
ἂν
ἡμέρᾳ
κατακληροδοτῇ
τοῗς
υἱοῗς
αὐτοῦ
τὰ
ὑπάρχοντα
αὐτοῦ
οὐ
δυνήσεται
πρωτοτοκεῦσαι
τῷ
υἱῷ
τῆς
ἠγαπημένης
ὑπεριδὼν
τὸν
υἱὸν
τῆς
μισουμένης
τὸν
πρωτότοκον
17
ἀλλὰ
τὸν
πρωτότοκον
υἱὸν
τῆς
μισουμένης
ἐπιγνώσεται
δοῦναι
αὐτῷ
διπλᾶ
ἀπὸ
πάντων
ὧν
ἂν
εὑρεθῇ
αὐτῷ
ὅτι
οὗτός
ἐστιν
ἀρχὴ
τέκνων
αὐτοῦ
καὶ
τούτῳ
καθήκει
τὰ
πρωτοτόκια
18
ἐὰν
δέ
τινι
ᾖ
υἱὸς
ἀπειθὴς
καὶ
ἐρεθιστὴς
οὐχ
ὑπακούων
φωνὴν
πατρὸς
καὶ
φωνὴν
μητρὸς
καὶ
παιδεύσωσιν
αὐτὸν
καὶ
μὴ
εἰσακούῃ
αὐτῶν
19
καὶ
συλλαβόντες
αὐτὸν
ὁ
πατὴρ
αὐτοῦ
καὶ
ἡ
μήτηρ
αὐτοῦ
καὶ
ἐξάξουσιν
αὐτὸν
ἐπὶ
τὴν
γερουσίαν
τῆς
πόλεως
αὐτοῦ
καὶ
ἐπὶ
τὴν
πύλην
τοῦ
τόπου
αὐτοῦ
20
καὶ
ἐροῦσιν
τοῗς
ἀνδράσιν
τῆς
πόλεως
αὐτῶν
ὁ
υἱὸς
ἡμῶν
οὗτος
ἀπειθεῗ
καὶ
ἐρεθίζει
οὐχ
ὑπακούει
τῆς
φωνῆς
ἡμῶν
συμβολοκοπῶν
οἰνοφλυγεῗ
21
καὶ
λιθοβολήσουσιν
αὐτὸν
οἱ
ἄνδρες
τῆς
πόλεως
αὐτοῦ
ἐν
λίθοις
καὶ
ἀποθανεῗται
καὶ
ἐξαρεῗς
τὸν
πονηρὸν
ἐξ
ὑμῶν
αὐτῶν
καὶ
οἱ
ἐπίλοιποι
ἀκούσαντες
φοβηθήσονται
22
ἐὰν
δὲ
γένηται
ἔν
τινι
ἁμαρτία
κρίμα
θανάτου
καὶ
ἀποθάνῃ
καὶ
κρεμάσητε
αὐτὸν
ἐπὶ
ξύλου
23
οὐκ
ἐπικοιμηθήσεται
τὸ
σῶμα
αὐτοῦ
ἐπὶ
τοῦ
ξύλου
ἀλλὰ
ταφῇ
θάψετε
αὐτὸν
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
ὅτι
κεκατηραμένος
ὑπὸ
θεοῦ
πᾶς
κρεμάμενος
ἐπὶ
ξύλου
καὶ
οὐ
μιανεῗτε
τὴν
γῆν
ἣν
κύριος
ὁ
θεός
σου
δίδωσίν
σοι
ἐν
κλήρῳ
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss