Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Deuteronomy
32
Δευτερονόμιον
1
2
3
…
30
31
32
33
34
1
πρόσεχε
οὐρανέ
καὶ
λαλήσω
καὶ
ἀκουέτω
γῆ
ῥήματα
ἐκ
στόματός
μου
2
προσδοκάσθω
ὡς
ὑετὸς
τὸ
ἀπόφθεγμά
μου
καὶ
καταβήτω
ὡς
δρόσος
τὰ
ῥήματά
μου
ὡσεὶ
ὄμβρος
ἐπ
ἄγρωστιν
καὶ
ὡσεὶ
νιφετὸς
ἐπὶ
χόρτον
3
ὅτι
ὄνομα
κυρίου
ἐκάλεσα
δότε
μεγαλωσύνην
τῷ
θεῷ
ἡμῶν
4
θεός
ἀληθινὰ
τὰ
ἔργα
αὐτοῦ
καὶ
πᾶσαι
αἱ
ὁδοὶ
αὐτοῦ
κρίσεις
θεὸς
πιστός
καὶ
οὐκ
ἔστιν
ἀδικία
δίκαιος
καὶ
ὅσιος
κύριος
5
ἡμάρτοσαν
οὐκ
αὐτῷ
τέκνα
μωμητά
γενεὰ
σκολιὰ
καὶ
διεστραμμένη
6
ταῦτα
κυρίῳ
ἀνταποδίδοτε
οὕτω
λαὸς
μωρὸς
καὶ
οὐχὶ
σοφός
οὐκ
αὐτὸς
οὗτός
σου
πατὴρ
ἐκτήσατό
σε
καὶ
ἐποίησέν
σε
καὶ
ἔκτισέν
σε
7
μνήσθητε
ἡμέρας
αἰῶνος
σύνετε
ἔτη
γενεᾶς
γενεῶν
ἐπερώτησον
τὸν
πατέρα
σου
καὶ
ἀναγγελεῗ
σοι
τοὺς
πρεσβυτέρους
σου
καὶ
ἐροῦσίν
σοι
8
ὅτε
διεμέριζεν
ὁ
ὕψιστος
ἔθνη
ὡς
διέσπειρεν
υἱοὺς
Αδαμ
ἔστησεν
ὅρια
ἐθνῶν
κατὰ
ἀριθμὸν
ἀγγέλων
θεοῦ
9
καὶ
ἐγενήθη
μερὶς
κυρίου
λαὸς
αὐτοῦ
Ιακωβ
σχοίνισμα
κληρονομίας
αὐτοῦ
Ισραηλ
10
αὐτάρκησεν
αὐτὸν
ἐν
γῇ
ἐρήμῳ
ἐν
δίψει
καύματος
ἐν
ἀνύδρῳ
ἐκύκλωσεν
αὐτὸν
καὶ
ἐπαίδευσεν
αὐτὸν
καὶ
διεφύλαξεν
αὐτὸν
ὡς
κόραν
ὀφθαλμοῦ
11
ὡς
ἀετὸς
σκεπάσαι
νοσσιὰν
αὐτοῦ
καὶ
ἐπὶ
τοῗς
νεοσσοῗς
αὐτοῦ
ἐπεπόθησεν
διεὶς
τὰς
πτέρυγας
αὐτοῦ
ἐδέξατο
αὐτοὺς
καὶ
ἀνέλαβεν
αὐτοὺς
ἐπὶ
τῶν
μεταφρένων
αὐτοῦ
12
κύριος
μόνος
ἦγεν
αὐτούς
καὶ
οὐκ
ἦν
μετ
αὐτῶν
θεὸς
ἀλλότριος
13
ἀνεβίβασεν
αὐτοὺς
ἐπὶ
τὴν
ἰσχὺν
τῆς
γῆς
ἐψώμισεν
αὐτοὺς
γενήματα
ἀγρῶν
ἐθήλασαν
μέλι
ἐκ
πέτρας
καὶ
ἔλαιον
ἐκ
στερεᾶς
πέτρας
14
βούτυρον
βοῶν
καὶ
γάλα
προβάτων
μετὰ
στέατος
ἀρνῶν
καὶ
κριῶν
υἱῶν
ταύρων
καὶ
τράγων
μετὰ
στέατος
νεφρῶν
πυροῦ
καὶ
αἷμα
σταφυλῆς
ἔπιον
οἶνον
15
καὶ
ἔφαγεν
Ιακωβ
καὶ
ἐνεπλήσθη
καὶ
ἀπελάκτισεν
ὁ
ἠγαπημένος
ἐλιπάνθη
ἐπαχύνθη
ἐπλατύνθη
καὶ
ἐγκατέλιπεν
θεὸν
τὸν
ποιήσαντα
αὐτὸν
καὶ
ἀπέστη
ἀπὸ
θεοῦ
σωτῆρος
αὐτοῦ
16
παρώξυνάν
με
ἐπ
ἀλλοτρίοις
ἐν
βδελύγμασιν
αὐτῶν
ἐξεπίκρανάν
με
17
ἔθυσαν
δαιμονίοις
καὶ
οὐ
θεῷ
θεοῗς
οἷς
οὐκ
ᾔδεισαν
καινοὶ
πρόσφατοι
ἥκασιν
οὓς
οὐκ
ᾔδεισαν
οἱ
πατέρες
αὐτῶν
18
θεὸν
τὸν
γεννήσαντά
σε
ἐγκατέλιπες
καὶ
ἐπελάθου
θεοῦ
τοῦ
τρέφοντός
σε
19
καὶ
εἶδεν
κύριος
καὶ
ἐζήλωσεν
καὶ
παρωξύνθη
δι
ὀργὴν
υἱῶν
αὐτοῦ
καὶ
θυγατέρων
20
καὶ
εἶπεν
ἀποστρέψω
τὸ
πρόσωπόν
μου
ἀπ
αὐτῶν
καὶ
δείξω
τί
ἔσται
αὐτοῗς
ἐπ
ἐσχάτων
ὅτι
γενεὰ
ἐξεστραμμένη
ἐστίν
υἱοί
οἷς
οὐκ
ἔστιν
πίστις
ἐν
αὐτοῗς
21
αὐτοὶ
παρεζήλωσάν
με
ἐπ
οὐ
θεῷ
παρώργισάν
με
ἐν
τοῗς
εἰδώλοις
αὐτῶν
κἀγὼ
παραζηλώσω
αὐτοὺς
ἐπ
οὐκ
ἔθνει
ἐπ
ἔθνει
ἀσυνέτῳ
παροργιῶ
αὐτούς
22
ὅτι
πῦρ
ἐκκέκαυται
ἐκ
τοῦ
θυμοῦ
μου
καυθήσεται
ἕως
ᾅδου
κάτω
καταφάγεται
γῆν
καὶ
τὰ
γενήματα
αὐτῆς
φλέξει
θεμέλια
ὀρέων
23
συνάξω
εἰς
αὐτοὺς
κακὰ
καὶ
τὰ
βέλη
μου
συντελέσω
εἰς
αὐτούς
24
τηκόμενοι
λιμῷ
καὶ
βρώσει
ὀρνέων
καὶ
ὀπισθότονος
ἀνίατος
ὀδόντας
θηρίων
ἀποστελῶ
εἰς
αὐτοὺς
μετὰ
θυμοῦ
συρόντων
ἐπὶ
γῆς
25
ἔξωθεν
ἀτεκνώσει
αὐτοὺς
μάχαιρα
καὶ
ἐκ
τῶν
ταμιείων
φόβος
νεανίσκος
σὺν
παρθένῳ
θηλάζων
μετὰ
καθεστηκότος
πρεσβύτου
26
εἶπα
διασπερῶ
αὐτούς
παύσω
δὴ
ἐξ
ἀνθρώπων
τὸ
μνημόσυνον
αὐτῶν
27
εἰ
μὴ
δι
ὀργὴν
ἐχθρῶν
ἵνα
μὴ
μακροχρονίσωσιν
καὶ
ἵνα
μὴ
συνεπιθῶνται
οἱ
ὑπεναντίοι
μὴ
εἴπωσιν
ἡ
χεὶρ
ἡμῶν
ἡ
ὑψηλὴ
καὶ
οὐχὶ
κύριος
ἐποίησεν
ταῦτα
πάντα
28
ὅτι
ἔθνος
ἀπολωλεκὸς
βουλήν
ἐστιν
καὶ
οὐκ
ἔστιν
ἐν
αὐτοῗς
ἐπιστήμη
29
οὐκ
ἐφρόνησαν
συνιέναι
ταῦτα
καταδεξάσθωσαν
εἰς
τὸν
ἐπιόντα
χρόνον
30
πῶς
διώξεται
εἷς
χιλίους
καὶ
δύο
μετακινήσουσιν
μυριάδας
εἰ
μὴ
ὁ
θεὸς
ἀπέδοτο
αὐτοὺς
καὶ
κύριος
παρέδωκεν
αὐτούς
31
ὅτι
οὐκ
ἔστιν
ὡς
ὁ
θεὸς
ἡμῶν
οἱ
θεοὶ
αὐτῶν
οἱ
δὲ
ἐχθροὶ
ἡμῶν
ἀνόητοι
32
ἐκ
γὰρ
ἀμπέλου
Σοδομων
ἡ
ἄμπελος
αὐτῶν
καὶ
ἡ
κληματὶς
αὐτῶν
ἐκ
Γομορρας
ἡ
σταφυλὴ
αὐτῶν
σταφυλὴ
χολῆς
βότρυς
πικρίας
αὐτοῗς
33
θυμὸς
δρακόντων
ὁ
οἶνος
αὐτῶν
καὶ
θυμὸς
ἀσπίδων
ἀνίατος
34
οὐκ
ἰδοὺ
ταῦτα
συνῆκται
παρ
ἐμοὶ
καὶ
ἐσφράγισται
ἐν
τοῗς
θησαυροῗς
μου
35
ἐν
ἡμέρᾳ
ἐκδικήσεως
ἀνταποδώσω
ἐν
καιρῷ
ὅταν
σφαλῇ
ὁ
ποὺς
αὐτῶν
ὅτι
ἐγγὺς
ἡμέρα
ἀπωλείας
αὐτῶν
καὶ
πάρεστιν
ἕτοιμα
ὑμῗν
36
ὅτι
κρινεῗ
κύριος
τὸν
λαὸν
αὐτοῦ
καὶ
ἐπὶ
τοῗς
δούλοις
αὐτοῦ
παρακληθήσεται
εἶδεν
γὰρ
παραλελυμένους
αὐτοὺς
καὶ
ἐκλελοιπότας
ἐν
ἐπαγωγῇ
καὶ
παρειμένους
37
καὶ
εἶπεν
κύριος
ποῦ
εἰσιν
οἱ
θεοὶ
αὐτῶν
ἐφ
οἷς
ἐπεποίθεισαν
ἐπ
αὐτοῗς
38
ὧν
τὸ
στέαρ
τῶν
θυσιῶν
αὐτῶν
ἠσθίετε
καὶ
ἐπίνετε
τὸν
οἶνον
τῶν
σπονδῶν
αὐτῶν
ἀναστήτωσαν
καὶ
βοηθησάτωσαν
ὑμῗν
καὶ
γενηθήτωσαν
ὑμῗν
σκεπασταί
39
ἴδετε
ἴδετε
ὅτι
ἐγώ
εἰμι
καὶ
οὐκ
ἔστιν
θεὸς
πλὴν
ἐμοῦ
ἐγὼ
ἀποκτενῶ
καὶ
ζῆν
ποιήσω
πατάξω
κἀγὼ
ἰάσομαι
καὶ
οὐκ
ἔστιν
ὃς
ἐξελεῗται
ἐκ
τῶν
χειρῶν
μου
40
ὅτι
ἀρῶ
εἰς
τὸν
οὐρανὸν
τὴν
χεῗρά
μου
καὶ
ὀμοῦμαι
τῇ
δεξιᾷ
μου
καὶ
ἐρῶ
ζῶ
ἐγὼ
εἰς
τὸν
αἰῶνα
41
ὅτι
παροξυνῶ
ὡς
ἀστραπὴν
τὴν
μάχαιράν
μου
καὶ
ἀνθέξεται
κρίματος
ἡ
χείρ
μου
καὶ
ἀνταποδώσω
δίκην
τοῗς
ἐχθροῗς
καὶ
τοῗς
μισοῦσίν
με
ἀνταποδώσω
42
μεθύσω
τὰ
βέλη
μου
ἀφ
αἵματος
καὶ
ἡ
μάχαιρά
μου
καταφάγεται
κρέα
ἀφ
αἵματος
τραυματιῶν
καὶ
αἰχμαλωσίας
ἀπὸ
κεφαλῆς
ἀρχόντων
ἐχθρῶν
43
εὐφράνθητε
οὐρανοί
ἅμα
αὐτῷ
καὶ
προσκυνησάτωσαν
αὐτῷ
πάντες
υἱοὶ
θεοῦ
εὐφράνθητε
ἔθνη
μετὰ
τοῦ
λαοῦ
αὐτοῦ
καὶ
ἐνισχυσάτωσαν
αὐτῷ
πάντες
ἄγγελοι
θεοῦ
ὅτι
τὸ
αἷμα
τῶν
υἱῶν
αὐτοῦ
ἐκδικᾶται
καὶ
ἐκδικήσει
καὶ
ἀνταποδώσει
δίκην
τοῗς
ἐχθροῗς
καὶ
τοῗς
μισοῦσιν
ἀνταποδώσει
καὶ
ἐκκαθαριεῗ
κύριος
τὴν
γῆν
τοῦ
λαοῦ
αὐτοῦ
44
καὶ
ἔγραψεν
Μωυσῆς
τὴν
ᾠδὴν
ταύτην
ἐν
ἐκείνῃ
τῇ
ἡμέρᾳ
καὶ
ἐδίδαξεν
αὐτὴν
τοὺς
υἱοὺς
Ισραηλ
καὶ
εἰσῆλθεν
Μωυσῆς
καὶ
ἐλάλησεν
πάντας
τοὺς
λόγους
τοῦ
νόμου
τούτου
εἰς
τὰ
ὦτα
τοῦ
λαοῦ
αὐτὸς
καὶ
Ἰησοῦς
ὁ
τοῦ
Ναυη
45
καὶ
συνετέλεσεν
Μωυσῆς
λαλῶν
παντὶ
Ισραηλ
46
καὶ
εἶπεν
πρὸς
αὐτούς
προσέχετε
τῇ
καρδίᾳ
ἐπὶ
πάντας
τοὺς
λόγους
τούτους
οὓς
ἐγὼ
διαμαρτύρομαι
ὑμῗν
σήμερον
ἃ
ἐντελεῗσθε
τοῗς
υἱοῗς
ὑμῶν
φυλάσσειν
καὶ
ποιεῗν
πάντας
τοὺς
λόγους
τοῦ
νόμου
τούτου
47
ὅτι
οὐχὶ
λόγος
κενὸς
οὗτος
ὑμῗν
ὅτι
αὕτη
ἡ
ζωὴ
ὑμῶν
καὶ
ἕνεκεν
τοῦ
λόγου
τούτου
μακροημερεύσετε
ἐπὶ
τῆς
γῆς
εἰς
ἣν
ὑμεῗς
διαβαίνετε
τὸν
Ιορδάνην
ἐκεῗ
κληρονομῆσαι
αὐτήν
48
καὶ
ἐλάλησεν
κύριος
πρὸς
Μωυσῆν
ἐν
τῇ
ἡμέρᾳ
ταύτῃ
λέγων
49
ἀνάβηθι
εἰς
τὸ
ὄρος
τὸ
Αβαριν
τοῦτο
ὄρος
Ναβαυ
ὅ
ἐστιν
ἐν
γῇ
Μωαβ
κατὰ
πρόσωπον
Ιεριχω
καὶ
ἰδὲ
τὴν
γῆν
Χανααν
ἣν
ἐγὼ
δίδωμι
τοῗς
υἱοῗς
Ισραηλ
εἰς
κατάσχεσιν
50
καὶ
τελεύτα
ἐν
τῷ
ὄρει
εἰς
ὃ
ἀναβαίνεις
ἐκεῗ
καὶ
προστέθητι
πρὸς
τὸν
λαόν
σου
ὃν
τρόπον
ἀπέθανεν
Ααρων
ὁ
ἀδελφός
σου
ἐν
Ωρ
τῷ
ὄρει
καὶ
προσετέθη
πρὸς
τὸν
λαὸν
αὐτοῦ
51
διότι
ἠπειθήσατε
τῷ
ῥήματί
μου
ἐν
τοῗς
υἱοῗς
Ισραηλ
ἐπὶ
τοῦ
ὕδατος
ἀντιλογίας
Καδης
ἐν
τῇ
ἐρήμῳ
Σιν
διότι
οὐχ
ἡγιάσατέ
με
ἐν
τοῗς
υἱοῗς
Ισραηλ
52
ὅτι
ἀπέναντι
ὄψῃ
τὴν
γῆν
καὶ
ἐκεῗ
οὐκ
εἰσελεύσῃ
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss