Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Deuteronomy
17
Δευτερονόμιον
1
2
3
…
15
16
17
18
19
…
32
33
34
1
οὐ
θύσεις
κυρίῳ
τῷ
θεῷ
σου
μόσχον
ἢ
πρόβατον
ἐν
ᾧ
ἐστιν
ἐν
αὐτῷ
μῶμος
πᾶν
ῥῆμα
πονηρόν
ὅτι
βδέλυγμα
κυρίῳ
τῷ
θεῷ
σού
ἐστιν
2
ἐὰν
δὲ
εὑρεθῇ
ἐν
σοὶ
ἐν
μιᾷ
τῶν
πόλεών
σου
ὧν
κύριος
ὁ
θεός
σου
δίδωσίν
σοι
ἀνὴρ
ἢ
γυνή
ὅστις
ποιήσει
τὸ
πονηρὸν
ἐναντίον
κυρίου
τοῦ
θεοῦ
σου
παρελθεῗν
τὴν
διαθήκην
αὐτοῦ
3
καὶ
ἐλθόντες
λατρεύσωσιν
θεοῗς
ἑτέροις
καὶ
προσκυνήσωσιν
αὐτοῗς
τῷ
ἡλίῳ
ἢ
τῇ
σελήνῃ
ἢ
παντὶ
τῶν
ἐκ
τοῦ
κόσμου
τοῦ
οὐρανοῦ
ἃ
οὐ
προσέταξεν
4
καὶ
ἀναγγελῇ
σοι
καὶ
ἐκζητήσεις
σφόδρα
καὶ
ἰδοὺ
ἀληθῶς
γέγονεν
τὸ
ῥῆμα
γεγένηται
τὸ
βδέλυγμα
τοῦτο
ἐν
Ισραηλ
5
καὶ
ἐξάξεις
τὸν
ἄνθρωπον
ἐκεῗνον
ἢ
τὴν
γυναῗκα
ἐκείνην
καὶ
λιθοβολήσετε
αὐτοὺς
ἐν
λίθοις
καὶ
τελευτήσουσιν
6
ἐπὶ
δυσὶν
μάρτυσιν
ἢ
ἐπὶ
τρισὶν
μάρτυσιν
ἀποθανεῗται
ὁ
ἀποθνῄσκων
οὐκ
ἀποθανεῗται
ἐφ
ἑνὶ
μάρτυρι
7
καὶ
ἡ
χεὶρ
τῶν
μαρτύρων
ἔσται
ἐπ
αὐτῷ
ἐν
πρώτοις
θανατῶσαι
αὐτόν
καὶ
ἡ
χεὶρ
παντὸς
τοῦ
λαοῦ
ἐπ
ἐσχάτων
καὶ
ἐξαρεῗς
τὸν
πονηρὸν
ἐξ
ὑμῶν
αὐτῶν
8
ἐὰν
δὲ
ἀδυνατήσῃ
ἀπὸ
σοῦ
ῥῆμα
ἐν
κρίσει
ἀνὰ
μέσον
αἷμα
αἵματος
καὶ
ἀνὰ
μέσον
κρίσις
κρίσεως
καὶ
ἀνὰ
μέσον
ἁφὴ
ἁφῆς
καὶ
ἀνὰ
μέσον
ἀντιλογία
ἀντιλογίας
ῥήματα
κρίσεως
ἐν
ταῗς
πόλεσιν
ὑμῶν
καὶ
ἀναστὰς
ἀναβήσῃ
εἰς
τὸν
τόπον
ὃν
ἂν
ἐκλέξηται
κύριος
ὁ
θεός
σου
ἐπικληθῆναι
τὸ
ὄνομα
αὐτοῦ
ἐκεῗ
9
καὶ
ἐλεύσῃ
πρὸς
τοὺς
ἱερεῗς
τοὺς
Λευίτας
καὶ
πρὸς
τὸν
κριτήν
ὃς
ἂν
γένηται
ἐν
ταῗς
ἡμέραις
ἐκείναις
καὶ
ἐκζητήσαντες
ἀναγγελοῦσίν
σοι
τὴν
κρίσιν
10
καὶ
ποιήσεις
κατὰ
τὸ
πρᾶγμα
ὃ
ἐὰν
ἀναγγείλωσίν
σοι
ἐκ
τοῦ
τόπου
οὗ
ἂν
ἐκλέξηται
κύριος
ὁ
θεός
σου
ἐπικληθῆναι
τὸ
ὄνομα
αὐτοῦ
ἐκεῗ
καὶ
φυλάξῃ
σφόδρα
ποιῆσαι
κατὰ
πάντα
ὅσα
ἐὰν
νομοθετηθῇ
σοι
11
κατὰ
τὸν
νόμον
καὶ
κατὰ
τὴν
κρίσιν
ἣν
ἂν
εἴπωσίν
σοι
ποιήσεις
οὐκ
ἐκκλινεῗς
ἀπὸ
τοῦ
ῥήματος
οὗ
ἐὰν
ἀναγγείλωσίν
σοι
δεξιὰ
οὐδὲ
ἀριστερά
12
καὶ
ὁ
ἄνθρωπος
ὃς
ἂν
ποιήσῃ
ἐν
ὑπερηφανίᾳ
τοῦ
μὴ
ὑπακοῦσαι
τοῦ
ἱερέως
τοῦ
παρεστηκότος
λειτουργεῗν
ἐπὶ
τῷ
ὀνόματι
κυρίου
τοῦ
θεοῦ
σου
ἢ
τοῦ
κριτοῦ
ὃς
ἂν
ᾖ
ἐν
ταῗς
ἡμέραις
ἐκείναις
καὶ
ἀποθανεῗται
ὁ
ἄνθρωπος
ἐκεῗνος
καὶ
ἐξαρεῗς
τὸν
πονηρὸν
ἐξ
Ισραηλ
13
καὶ
πᾶς
ὁ
λαὸς
ἀκούσας
φοβηθήσεται
καὶ
οὐκ
ἀσεβήσει
ἔτι
14
ἐὰν
δὲ
εἰσέλθῃς
εἰς
τὴν
γῆν
ἣν
κύριος
ὁ
θεός
σου
δίδωσίν
σοι
ἐν
κλήρῳ
καὶ
κληρονομήσῃς
αὐτὴν
καὶ
κατοικήσῃς
ἐπ
αὐτῆς
καὶ
εἴπῃς
καταστήσω
ἐπ
ἐμαυτὸν
ἄρχοντα
καθὰ
καὶ
τὰ
λοιπὰ
ἔθνη
τὰ
κύκλῳ
μου
15
καθιστῶν
καταστήσεις
ἐπὶ
σεαυτὸν
ἄρχοντα
ὃν
ἂν
ἐκλέξηται
κύριος
ὁ
θεός
σου
αὐτόν
ἐκ
τῶν
ἀδελφῶν
σου
καταστήσεις
ἐπὶ
σεαυτὸν
ἄρχοντα
οὐ
δυνήσῃ
καταστῆσαι
ἐπὶ
σεαυτὸν
ἄνθρωπον
ἀλλότριον
ὅτι
οὐκ
ἀδελφός
σού
ἐστιν
16
διότι
οὐ
πληθυνεῗ
ἑαυτῷ
ἵππον
οὐδὲ
μὴ
ἀποστρέψῃ
τὸν
λαὸν
εἰς
Αἴγυπτον
ὅπως
πληθύνῃ
ἑαυτῷ
ἵππον
ὁ
δὲ
κύριος
εἶπεν
οὐ
προσθήσετε
ἀποστρέψαι
τῇ
ὁδῷ
ταύτῃ
ἔτι
17
καὶ
οὐ
πληθυνεῗ
ἑαυτῷ
γυναῗκας
οὐδὲ
μεταστήσεται
αὐτοῦ
ἡ
καρδία
καὶ
ἀργύριον
καὶ
χρυσίον
οὐ
πληθυνεῗ
ἑαυτῷ
σφόδρα
18
καὶ
ἔσται
ὅταν
καθίσῃ
ἐπὶ
τῆς
ἀρχῆς
αὐτοῦ
καὶ
γράψει
ἑαυτῷ
τὸ
δευτερονόμιον
τοῦτο
εἰς
βιβλίον
παρὰ
τῶν
ἱερέων
τῶν
Λευιτῶν
19
καὶ
ἔσται
μετ
αὐτοῦ
καὶ
ἀναγνώσεται
ἐν
αὐτῷ
πάσας
τὰς
ἡμέρας
τῆς
ζωῆς
αὐτοῦ
ἵνα
μάθῃ
φοβεῗσθαι
κύριον
τὸν
θεὸν
αὐτοῦ
φυλάσσεσθαι
πάσας
τὰς
ἐντολὰς
ταύτας
καὶ
τὰ
δικαιώματα
ταῦτα
ποιεῗν
20
ἵνα
μὴ
ὑψωθῇ
ἡ
καρδία
αὐτοῦ
ἀπὸ
τῶν
ἀδελφῶν
αὐτοῦ
ἵνα
μὴ
παραβῇ
ἀπὸ
τῶν
ἐντολῶν
δεξιὰ
ἢ
ἀριστερά
ὅπως
ἂν
μακροχρονίσῃ
ἐπὶ
τῆς
ἀρχῆς
αὐτοῦ
αὐτὸς
καὶ
οἱ
υἱοὶ
αὐτοῦ
ἐν
τοῗς
υἱοῗς
Ισραηλ
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss