Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Ezekiel
35
Ἰεζεκιήλ
1
2
3
…
33
34
35
36
37
…
46
47
48
1
καὶ
ἐγένετο
λόγος
κυρίου
πρός
με
λέγων
2
υἱὲ
ἀνθρώπου
ἐπίστρεψον
τὸ
πρόσωπόν
σου
ἐπ
ὄρος
Σηιρ
καὶ
προφήτευσον
ἐπ
αὐτὸ
3
καὶ
εἰπόν
τάδε
λέγει
κύριος
κύριος
ἰδοὺ
ἐγὼ
ἐπὶ
σέ
ὄρος
Σηιρ
καὶ
ἐκτενῶ
τὴν
χεῗρά
μου
ἐπὶ
σὲ
καὶ
δώσω
σε
ἔρημον
καὶ
ἐρημωθήσῃ
4
καὶ
ταῗς
πόλεσίν
σου
ἐρημίαν
ποιήσω
καὶ
σὺ
ἔρημος
ἔσῃ
καὶ
γνώσῃ
ὅτι
ἐγώ
εἰμι
κύριος
5
ἀντὶ
τοῦ
γενέσθαι
σε
ἐχθρὰν
αἰωνίαν
καὶ
ἐνεκάθισας
τῷ
οἴκῳ
Ισραηλ
δόλῳ
ἐν
χειρὶ
ἐχθρῶν
μαχαίρᾳ
ἐν
καιρῷ
ἀδικίας
ἐπ
ἐσχάτῳ
6
διὰ
τοῦτο
ζῶ
ἐγώ
λέγει
κύριος
κύριος
εἰ
μὴν
εἰς
αἷμα
ἥμαρτες
καὶ
αἷμά
σε
διώξεται
7
καὶ
δώσω
τὸ
ὄρος
Σηιρ
εἰς
ἔρημον
καὶ
ἠρημωμένον
καὶ
ἀπολῶ
ἀπ
αὐτοῦ
ἀνθρώπους
καὶ
κτήνη
8
καὶ
ἐμπλήσω
τῶν
τραυματιῶν
σου
τοὺς
βουνοὺς
καὶ
τὰς
φάραγγάς
σου
καὶ
ἐν
πᾶσι
τοῗς
πεδίοις
σου
τετραυματισμένοι
μαχαίρᾳ
πεσοῦνται
ἐν
σοί
9
ἐρημίαν
αἰώνιον
θήσομαί
σε
καὶ
αἱ
πόλεις
σου
οὐ
μὴ
κατοικηθῶσιν
ἔτι
καὶ
γνώσῃ
ὅτι
ἐγώ
εἰμι
κύριος
10
διὰ
τὸ
εἰπεῗν
σε
τὰ
δύο
ἔθνη
καὶ
αἱ
δύο
χῶραι
ἐμαὶ
ἔσονται
καὶ
κληρονομήσω
αὐτάς
καὶ
κύριος
ἐκεῗ
ἐστιν
11
διὰ
τοῦτο
ζῶ
ἐγώ
λέγει
κύριος
καὶ
ποιήσω
σοι
κατὰ
τὴν
ἔχθραν
σου
καὶ
γνωσθήσομαί
σοι
ἡνίκα
ἂν
κρίνω
σε
12
καὶ
γνώσῃ
ὅτι
ἐγώ
εἰμι
κύριος
ἤκουσα
τῆς
φωνῆς
τῶν
βλασφημιῶν
σου
ὅτι
εἶπας
τὰ
ὄρη
Ισραηλ
ἔρημα
ἡμῗν
δέδοται
εἰς
κατάβρωμα
13
καὶ
ἐμεγαλορημόνησας
ἐπ
ἐμὲ
τῷ
στόματί
σου
ἐγὼ
ἤκουσα
14
τάδε
λέγει
κύριος
ἐν
τῇ
εὐφροσύνῃ
πάσης
τῆς
γῆς
ἔρημον
ποιήσω
σε
15
ἔρημον
ἔσῃ
ὄρος
Σηιρ
καὶ
πᾶσα
ἡ
Ιδουμαία
ἐξαναλωθήσεται
καὶ
γνώσῃ
ὅτι
ἐγώ
εἰμι
κύριος
ὁ
θεὸς
αὐτῶν
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss