Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Ezekiel
34
Ἰεζεκιήλ
1
2
3
…
32
33
34
35
36
…
46
47
48
1
καὶ
ἐγένετο
λόγος
κυρίου
πρός
με
λέγων
2
υἱὲ
ἀνθρώπου
προφήτευσον
ἐπὶ
τοὺς
ποιμένας
τοῦ
Ισραηλ
προφήτευσον
καὶ
εἰπὸν
τοῗς
ποιμέσι
τάδε
λέγει
κύριος
κύριος
ὦ
ποιμένες
Ισραηλ
μὴ
βόσκουσιν
ποιμένες
ἑαυτούς
οὐ
τὰ
πρόβατα
βόσκουσιν
οἱ
ποιμένες
3
ἰδοὺ
τὸ
γάλα
κατέσθετε
καὶ
τὰ
ἔρια
περιβάλλεσθε
καὶ
τὸ
παχὺ
σφάζετε
καὶ
τὰ
πρόβατά
μου
οὐ
βόσκετε
4
τὸ
ἠσθενηκὸς
οὐκ
ἐνισχύσατε
καὶ
τὸ
κακῶς
ἔχον
οὐκ
ἐσωματοποιήσατε
καὶ
τὸ
συντετριμμένον
οὐ
κατεδήσατε
καὶ
τὸ
πλανώμενον
οὐκ
ἐπεστρέψατε
καὶ
τὸ
ἀπολωλὸς
οὐκ
ἐζητήσατε
καὶ
τὸ
ἰσχυρὸν
κατειργάσασθε
μόχθῳ
5
καὶ
διεσπάρη
τὰ
πρόβατά
μου
διὰ
τὸ
μὴ
εἶναι
ποιμένας
καὶ
ἐγενήθη
εἰς
κατάβρωμα
πᾶσι
τοῗς
θηρίοις
τοῦ
ἀγροῦ
6
καὶ
διεσπάρη
μου
τὰ
πρόβατα
ἐν
παντὶ
ὄρει
καὶ
ἐπὶ
πᾶν
βουνὸν
ὑψηλὸν
καὶ
ἐπὶ
προσώπου
πάσης
τῆς
γῆς
διεσπάρη
καὶ
οὐκ
ἦν
ὁ
ἐκζητῶν
οὐδὲ
ὁ
ἀποστρέφων
7
διὰ
τοῦτο
ποιμένες
ἀκούσατε
λόγον
κυρίου
8
ζῶ
ἐγώ
λέγει
κύριος
κύριος
εἰ
μὴν
ἀντὶ
τοῦ
γενέσθαι
τὰ
πρόβατά
μου
εἰς
προνομὴν
καὶ
γενέσθαι
τὰ
πρόβατά
μου
εἰς
κατάβρωμα
πᾶσι
τοῗς
θηρίοις
τοῦ
πεδίου
παρὰ
τὸ
μὴ
εἶναι
ποιμένας
καὶ
οὐκ
ἐξεζήτησαν
οἱ
ποιμένες
τὰ
πρόβατά
μου
καὶ
ἐβόσκησαν
οἱ
ποιμένες
ἑαυτούς
τὰ
δὲ
πρόβατά
μου
οὐκ
ἐβόσκησαν
9
ἀντὶ
τούτου
ποιμένες
10
τάδε
λέγει
κύριος
κύριος
ἰδοὺ
ἐγὼ
ἐπὶ
τοὺς
ποιμένας
καὶ
ἐκζητήσω
τὰ
πρόβατά
μου
ἐκ
τῶν
χειρῶν
αὐτῶν
καὶ
ἀποστρέψω
αὐτοὺς
τοῦ
μὴ
ποιμαίνειν
τὰ
πρόβατά
μου
καὶ
οὐ
βοσκήσουσιν
ἔτι
οἱ
ποιμένες
αὐτά
καὶ
ἐξελοῦμαι
τὰ
πρόβατά
μου
ἐκ
τοῦ
στόματος
αὐτῶν
καὶ
οὐκ
ἔσονται
αὐτοῗς
ἔτι
εἰς
κατάβρωμα
11
διότι
τάδε
λέγει
κύριος
ἰδοὺ
ἐγὼ
ἐκζητήσω
τὰ
πρόβατά
μου
καὶ
ἐπισκέψομαι
αὐτά
12
ὥσπερ
ζητεῗ
ὁ
ποιμὴν
τὸ
ποίμνιον
αὐτοῦ
ἐν
ἡμέρᾳ
ὅταν
ᾖ
γνόφος
καὶ
νεφέλη
ἐν
μέσῳ
προβάτων
διακεχωρισμένων
οὕτως
ἐκζητήσω
τὰ
πρόβατά
μου
καὶ
ἀπελάσω
αὐτὰ
ἀπὸ
παντὸς
τόπου
οὗ
διεσπάρησαν
ἐκεῗ
ἐν
ἡμέρᾳ
νεφέλης
καὶ
γνόφου
13
καὶ
ἐξάξω
αὐτοὺς
ἐκ
τῶν
ἐθνῶν
καὶ
συνάξω
αὐτοὺς
ἀπὸ
τῶν
χωρῶν
καὶ
εἰσάξω
αὐτοὺς
εἰς
τὴν
γῆν
αὐτῶν
καὶ
βοσκήσω
αὐτοὺς
ἐπὶ
τὰ
ὄρη
Ισραηλ
καὶ
ἐν
ταῗς
φάραγξιν
καὶ
ἐν
πάσῃ
κατοικίᾳ
τῆς
γῆς
14
ἐν
νομῇ
ἀγαθῇ
βοσκήσω
αὐτούς
καὶ
ἐν
τῷ
ὄρει
τῷ
ὑψηλῷ
Ισραηλ
ἔσονται
αἱ
μάνδραι
αὐτῶν
ἐκεῗ
κοιμηθήσονται
καὶ
ἐκεῗ
ἀναπαύσονται
ἐν
τρυφῇ
ἀγαθῇ
καὶ
ἐν
νομῇ
πίονι
βοσκηθήσονται
ἐπὶ
τῶν
ὀρέων
Ισραηλ
15
ἐγὼ
βοσκήσω
τὰ
πρόβατά
μου
καὶ
ἐγὼ
ἀναπαύσω
αὐτά
καὶ
γνώσονται
ὅτι
ἐγώ
εἰμι
κύριος
τάδε
λέγει
κύριος
κύριος
16
τὸ
ἀπολωλὸς
ζητήσω
καὶ
τὸ
πλανώμενον
ἐπιστρέψω
καὶ
τὸ
συντετριμμένον
καταδήσω
καὶ
τὸ
ἐκλεῗπον
ἐνισχύσω
καὶ
τὸ
ἰσχυρὸν
φυλάξω
καὶ
βοσκήσω
αὐτὰ
μετὰ
κρίματος
17
καὶ
ὑμεῗς
πρόβατα
τάδε
λέγει
κύριος
κύριος
ἰδοὺ
ἐγὼ
διακρινῶ
ἀνὰ
μέσον
προβάτου
καὶ
προβάτου
κριῶν
καὶ
τράγων
18
καὶ
οὐχ
ἱκανὸν
ὑμῗν
ὅτι
τὴν
καλὴν
νομὴν
ἐνέμεσθε
καὶ
τὰ
κατάλοιπα
τῆς
νομῆς
ὑμῶν
κατεπατεῗτε
τοῗς
ποσὶν
ὑμῶν
καὶ
τὸ
καθεστηκὸς
ὕδωρ
ἐπίνετε
καὶ
τὸ
λοιπὸν
τοῗς
ποσὶν
ὑμῶν
ἐταράσσετε
19
καὶ
τὰ
πρόβατά
μου
τὰ
πατήματα
τῶν
ποδῶν
ὑμῶν
ἐνέμοντο
καὶ
τὸ
τεταραγμένον
ὕδωρ
ὑπὸ
τῶν
ποδῶν
ὑμῶν
ἔπινον
20
διὰ
τοῦτο
τάδε
λέγει
κύριος
κύριος
ἰδοὺ
ἐγὼ
διακρινῶ
ἀνὰ
μέσον
προβάτου
ἰσχυροῦ
καὶ
ἀνὰ
μέσον
προβάτου
ἀσθενοῦς
21
ἐπὶ
ταῗς
πλευραῗς
καὶ
τοῗς
ὤμοις
ὑμῶν
διωθεῗσθε
καὶ
τοῗς
κέρασιν
ὑμῶν
ἐκερατίζετε
καὶ
πᾶν
τὸ
ἐκλεῗπον
ἐξεθλίβετε
22
καὶ
σώσω
τὰ
πρόβατά
μου
καὶ
οὐ
μὴ
ὦσιν
ἔτι
εἰς
προνομήν
καὶ
κρινῶ
ἀνὰ
μέσον
κριοῦ
πρὸς
κριόν
23
καὶ
ἀναστήσω
ἐπ
αὐτοὺς
ποιμένα
ἕνα
καὶ
ποιμανεῗ
αὐτούς
τὸν
δοῦλόν
μου
Δαυιδ
καὶ
ἔσται
αὐτῶν
ποιμήν
24
καὶ
ἐγὼ
κύριος
ἔσομαι
αὐτοῗς
εἰς
θεόν
καὶ
Δαυιδ
ἐν
μέσῳ
αὐτῶν
ἄρχων
ἐγὼ
κύριος
ἐλάλησα
25
καὶ
διαθήσομαι
τῷ
Δαυιδ
διαθήκην
εἰρήνης
καὶ
ἀφανιῶ
θηρία
πονηρὰ
ἀπὸ
τῆς
γῆς
καὶ
κατοικήσουσιν
ἐν
τῇ
ἐρήμῳ
καὶ
ὑπνώσουσιν
ἐν
τοῗς
δρυμοῗς
26
καὶ
δώσω
αὐτοὺς
περικύκλῳ
τοῦ
ὄρους
μου
καὶ
δώσω
τὸν
ὑετὸν
ὑμῗν
ὑετὸν
εὐλογίας
27
καὶ
τὰ
ξύλα
τὰ
ἐν
τῷ
πεδίῳ
δώσει
τὸν
καρπὸν
αὐτῶν
καὶ
ἡ
γῆ
δώσει
τὴν
ἰσχὺν
αὐτῆς
καὶ
κατοικήσουσιν
ἐπὶ
τῆς
γῆς
αὐτῶν
ἐν
ἐλπίδι
εἰρήνης
καὶ
γνώσονται
ὅτι
ἐγώ
εἰμι
κύριος
ἐν
τῷ
συντρῗψαί
με
τὸν
ζυγὸν
αὐτῶν
καὶ
ἐξελοῦμαι
αὐτοὺς
ἐκ
χειρὸς
τῶν
καταδουλωσαμένων
αὐτούς
28
καὶ
οὐκ
ἔσονται
ἔτι
ἐν
προνομῇ
τοῗς
ἔθνεσιν
καὶ
τὰ
θηρία
τῆς
γῆς
οὐκέτι
μὴ
φάγωσιν
αὐτούς
καὶ
κατοικήσουσιν
ἐν
ἐλπίδι
καὶ
οὐκ
ἔσται
ὁ
ἐκφοβῶν
αὐτούς
29
καὶ
ἀναστήσω
αὐτοῗς
φυτὸν
εἰρήνης
καὶ
οὐκέτι
ἔσονται
ἀπολλύμενοι
λιμῷ
ἐπὶ
τῆς
γῆς
καὶ
οὐ
μὴ
ἐνέγκωσιν
ἔτι
ὀνειδισμὸν
ἐθνῶν
30
καὶ
γνώσονται
ὅτι
ἐγώ
εἰμι
κύριος
ὁ
θεὸς
αὐτῶν
καὶ
αὐτοὶ
λαός
μου
οἶκος
Ισραηλ
λέγει
κύριος
31
πρόβατά
μου
καὶ
πρόβατα
ποιμνίου
μού
ἐστε
καὶ
ἐγὼ
κύριος
ὁ
θεὸς
ὑμῶν
λέγει
κύριος
κύριος
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss