Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Jeremiah
37
Ἱερεμίας
1
2
3
…
35
36
37
38
39
…
50
51
52
1
καὶ
ἐβασίλευσεν
Σεδεκιας
υἱὸς
Ιωσια
ἀντὶ
Ιωακιμ
ὃν
ἐβασίλευσεν
Ναβουχοδονοσορ
βασιλεύειν
τοῦ
Ιουδα
2
καὶ
οὐκ
ἤκουσεν
αὐτὸς
καὶ
οἱ
παῗδες
αὐτοῦ
καὶ
ὁ
λαὸς
τῆς
γῆς
τοὺς
λόγους
κυρίου
οὓς
ἐλάλησεν
ἐν
χειρὶ
Ιερεμιου
3
καὶ
ἀπέστειλεν
ὁ
βασιλεὺς
Σεδεκιας
τὸν
Ιωαχαλ
υἱὸν
Σελεμιου
καὶ
τὸν
Σοφονιαν
υἱὸν
Μαασαιου
τὸν
ἱερέα
πρὸς
Ιερεμιαν
λέγων
πρόσευξαι
δὴ
περὶ
ἡμῶν
πρὸς
κύριον
4
καὶ
Ιερεμιας
ἦλθεν
καὶ
διῆλθεν
διὰ
μέσου
τῆς
πόλεως
καὶ
οὐκ
ἔδωκαν
αὐτὸν
εἰς
οἶκον
τῆς
φυλακῆς
5
καὶ
δύναμις
Φαραω
ἐξῆλθεν
ἐξ
Αἰγύπτου
καὶ
ἤκουσαν
οἱ
Χαλδαῗοι
τὴν
ἀκοὴν
αὐτῶν
καὶ
ἀνέβησαν
ἀπὸ
Ιερουσαλημ
6
καὶ
ἐγένετο
λόγος
κυρίου
πρὸς
Ιερεμιαν
λέγων
7
οὕτως
εἶπεν
κύριος
οὕτως
ἐρεῗς
πρὸς
βασιλέα
Ιουδα
τὸν
ἀποστείλαντα
πρὸς
σὲ
τοῦ
ἐκζητῆσαί
με
ἰδοὺ
δύναμις
Φαραω
ἡ
ἐξελθοῦσα
ὑμῗν
εἰς
βοήθειαν
ἀποστρέψουσιν
εἰς
γῆν
Αἰγύπτου
8
καὶ
ἀναστρέψουσιν
αὐτοὶ
οἱ
Χαλδαῗοι
καὶ
πολεμήσουσιν
ἐπὶ
τὴν
πόλιν
ταύτην
καὶ
συλλήμψονται
αὐτὴν
καὶ
καύσουσιν
αὐτὴν
ἐν
πυρί
9
ὅτι
οὕτως
εἶπεν
κύριος
μὴ
ὑπολάβητε
ταῗς
ψυχαῗς
ὑμῶν
λέγοντες
ἀποτρέχοντες
ἀπελεύσονται
ἀφ
ἡμῶν
οἱ
Χαλδαῗοι
ὅτι
οὐ
μὴ
ἀπέλθωσιν
10
καὶ
ἐὰν
πατάξητε
πᾶσαν
δύναμιν
τῶν
Χαλδαίων
τοὺς
πολεμοῦντας
ὑμᾶς
καὶ
καταλειφθῶσίν
τινες
ἐκκεκεντημένοι
ἕκαστος
ἐν
τῷ
τόπῳ
αὐτοῦ
οὗτοι
ἀναστήσονται
καὶ
καύσουσιν
τὴν
πόλιν
ταύτην
ἐν
πυρί
11
καὶ
ἐγένετο
ὅτε
ἀνέβη
ἡ
δύναμις
τῶν
Χαλδαίων
ἀπὸ
Ιερουσαλημ
ἀπὸ
προσώπου
τῆς
δυνάμεως
Φαραω
12
ἐξῆλθεν
Ιερεμιας
ἀπὸ
Ιερουσαλημ
τοῦ
πορευθῆναι
εἰς
γῆν
Βενιαμιν
τοῦ
ἀγοράσαι
ἐκεῗθεν
ἐν
μέσῳ
τοῦ
λαοῦ
13
καὶ
ἐγένετο
αὐτὸς
ἐν
πύλῃ
Βενιαμιν
καὶ
ἐκεῗ
ἄνθρωπος
παρ
ᾧ
κατέλυεν
Σαρουιας
υἱὸς
Σελεμιου
υἱοῦ
Ανανιου
καὶ
συνέλαβεν
τὸν
Ιερεμιαν
λέγων
πρὸς
τοὺς
Χαλδαίους
σὺ
φεύγεις
14
καὶ
εἶπεν
ψεῦδος
οὐκ
εἰς
τοὺς
Χαλδαίους
ἐγὼ
φεύγω
καὶ
οὐκ
ἤκουσεν
αὐτοῦ
καὶ
συνέλαβεν
Σαρουιας
τὸν
Ιερεμιαν
καὶ
εἰσήγαγεν
αὐτὸν
πρὸς
τοὺς
ἄρχοντας
15
καὶ
ἐπικράνθησαν
οἱ
ἄρχοντες
ἐπὶ
Ιερεμιαν
καὶ
ἐπάταξαν
αὐτὸν
καὶ
ἀπέστειλαν
αὐτὸν
εἰς
τὴν
οἰκίαν
Ιωναθαν
τοῦ
γραμματέως
ὅτι
ταύτην
ἐποίησαν
εἰς
οἰκίαν
φυλακῆς
16
καὶ
ἦλθεν
Ιερεμιας
εἰς
οἰκίαν
τοῦ
λάκκου
καὶ
εἰς
τὴν
χερεθ
καὶ
ἐκάθισεν
ἐκεῗ
ἡμέρας
πολλάς
17
καὶ
ἀπέστειλεν
Σεδεκιας
καὶ
ἐκάλεσεν
αὐτόν
καὶ
ἠρώτα
αὐτὸν
ὁ
βασιλεὺς
κρυφαίως
εἰπεῗν
εἰ
ἔστιν
λόγος
παρὰ
κυρίου
καὶ
εἶπεν
ἔστιν
εἰς
χεῗρας
βασιλέως
Βαβυλῶνος
παραδοθήσῃ
18
καὶ
εἶπεν
Ιερεμιας
τῷ
βασιλεῗ
τί
ἠδίκησά
σε
καὶ
τοὺς
παῗδάς
σου
καὶ
τὸν
λαὸν
τοῦτον
ὅτι
σὺ
δίδως
με
εἰς
οἰκίαν
φυλακῆς
19
καὶ
ποῦ
εἰσιν
οἱ
προφῆται
ὑμῶν
οἱ
προφητεύσαντες
ὑμῗν
λέγοντες
ὅτι
οὐ
μὴ
ἔλθῃ
βασιλεὺς
Βαβυλῶνος
ἐπὶ
τὴν
γῆν
ταύτην
20
καὶ
νῦν
κύριε
βασιλεῦ
πεσέτω
τὸ
ἔλεός
μου
κατὰ
πρόσωπόν
σου
καὶ
τί
ἀποστρέφεις
με
εἰς
οἰκίαν
Ιωναθαν
τοῦ
γραμματέως
καὶ
οὐ
μὴ
ἀποθάνω
ἐκεῗ
21
καὶ
συνέταξεν
ὁ
βασιλεὺς
καὶ
ἐνεβάλοσαν
αὐτὸν
εἰς
οἰκίαν
τῆς
φυλακῆς
καὶ
ἐδίδοσαν
αὐτῷ
ἄρτον
ἕνα
τῆς
ἡμέρας
ἔξωθεν
οὗ
πέσσουσιν
ἕως
ἐξέλιπον
οἱ
ἄρτοι
ἐκ
τῆς
πόλεως
καὶ
ἐκάθισεν
Ιερεμιας
ἐν
τῇ
αὐλῇ
τῆς
φυλακῆς
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss