Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Jeremiah
13
Ἱερεμίας
1
2
3
…
11
12
13
14
15
…
50
51
52
1
τάδε
λέγει
κύριος
βάδισον
καὶ
κτῆσαι
σεαυτῷ
περίζωμα
λινοῦν
καὶ
περίθου
περὶ
τὴν
ὀσφύν
σου
καὶ
ἐν
ὕδατι
οὐ
διελεύσεται
2
καὶ
ἐκτησάμην
τὸ
περίζωμα
κατὰ
τὸν
λόγον
κυρίου
καὶ
περιέθηκα
περὶ
τὴν
ὀσφύν
μου
3
καὶ
ἐγενήθη
λόγος
κυρίου
πρός
με
λέγων
4
λαβὲ
τὸ
περίζωμα
τὸ
περὶ
τὴν
ὀσφύν
σου
καὶ
ἀνάστηθι
καὶ
βάδισον
ἐπὶ
τὸν
Εὐφράτην
καὶ
κατάκρυψον
αὐτὸ
ἐκεῗ
ἐν
τῇ
τρυμαλιᾷ
τῆς
πέτρας
5
καὶ
ἐπορεύθην
καὶ
ἔκρυψα
αὐτὸ
ἐν
τῷ
Εὐφράτῃ
καθὼς
ἐνετείλατό
μοι
κύριος
6
καὶ
ἐγένετο
μεθ
ἡμέρας
πολλὰς
καὶ
εἶπεν
κύριος
πρός
με
ἀνάστηθι
βάδισον
ἐπὶ
τὸν
Εὐφράτην
καὶ
λαβὲ
ἐκεῗθεν
τὸ
περίζωμα
ὃ
ἐνετειλάμην
σοι
τοῦ
κατακρύψαι
ἐκεῗ
7
καὶ
ἐπορεύθην
ἐπὶ
τὸν
Εὐφράτην
ποταμὸν
καὶ
ὤρυξα
καὶ
ἔλαβον
τὸ
περίζωμα
ἐκ
τοῦ
τόπου
οὗ
κατώρυξα
αὐτὸ
ἐκεῗ
καὶ
ἰδοὺ
διεφθαρμένον
ἦν
ὃ
οὐ
μὴ
χρησθῇ
εἰς
οὐθέν
8
καὶ
ἐγενήθη
λόγος
κυρίου
πρός
με
λέγων
9
τάδε
λέγει
κύριος
οὕτω
φθερῶ
τὴν
ὕβριν
Ιουδα
καὶ
τὴν
ὕβριν
Ιερουσαλημ
10
τὴν
πολλὴν
ταύτην
ὕβριν
τοὺς
μὴ
βουλομένους
ὑπακούειν
τῶν
λόγων
μου
καὶ
πορευθέντας
ὀπίσω
θεῶν
ἀλλοτρίων
τοῦ
δουλεύειν
αὐτοῗς
καὶ
τοῦ
προσκυνεῗν
αὐτοῗς
καὶ
ἔσονται
ὥσπερ
τὸ
περίζωμα
τοῦτο
ὃ
οὐ
χρησθήσεται
εἰς
οὐθέν
11
ὅτι
καθάπερ
κολλᾶται
τὸ
περίζωμα
περὶ
τὴν
ὀσφὺν
τοῦ
ἀνθρώπου
οὕτως
ἐκόλλησα
πρὸς
ἐμαυτὸν
τὸν
οἶκον
τοῦ
Ισραηλ
καὶ
πᾶν
οἶκον
Ιουδα
τοῦ
γενέσθαι
μοι
εἰς
λαὸν
ὀνομαστὸν
καὶ
εἰς
καύχημα
καὶ
εἰς
δόξαν
καὶ
οὐκ
εἰσήκουσάν
μου
12
καὶ
ἐρεῗς
πρὸς
τὸν
λαὸν
τοῦτον
πᾶς
ἀσκὸς
πληρωθήσεται
οἴνου
καὶ
ἔσται
ἐὰν
εἴπωσιν
πρὸς
σέ
μὴ
γνόντες
οὐ
γνωσόμεθα
ὅτι
πᾶς
ἀσκὸς
πληρωθήσεται
οἴνου
13
καὶ
ἐρεῗς
πρὸς
αὐτούς
τάδε
λέγει
κύριος
ἰδοὺ
ἐγὼ
πληρῶ
τοὺς
κατοικοῦντας
τὴν
γῆν
ταύτην
καὶ
τοὺς
βασιλεῗς
αὐτῶν
τοὺς
καθημένους
υἱοὺς
Δαυιδ
ἐπὶ
θρόνου
αὐτοῦ
καὶ
τοὺς
ἱερεῗς
καὶ
τοὺς
προφήτας
καὶ
τὸν
Ιουδαν
καὶ
πάντας
τοὺς
κατοικοῦντας
Ιερουσαλημ
μεθύσματι
14
καὶ
διασκορπιῶ
αὐτοὺς
ἄνδρα
καὶ
τὸν
ἀδελφὸν
αὐτοῦ
καὶ
τοὺς
πατέρας
αὐτῶν
καὶ
τοὺς
υἱοὺς
αὐτῶν
ἐν
τῷ
αὐτῷ
οὐκ
ἐπιποθήσω
λέγει
κύριος
καὶ
οὐ
φείσομαι
καὶ
οὐκ
οἰκτιρήσω
ἀπὸ
διαφθορᾶς
αὐτῶν
15
ἀκούσατε
καὶ
ἐνωτίσασθε
καὶ
μὴ
ἐπαίρεσθε
ὅτι
κύριος
ἐλάλησεν
16
δότε
τῷ
κυρίῳ
θεῷ
ὑμῶν
δόξαν
πρὸ
τοῦ
συσκοτάσαι
καὶ
πρὸς
τοῦ
προσκόψαι
πόδας
ὑμῶν
ἐπ
ὄρη
σκοτεινὰ
καὶ
ἀναμενεῗτε
εἰς
φῶς
καὶ
ἐκεῗ
σκιὰ
θανάτου
καὶ
τεθήσονται
εἰς
σκότος
17
ἐὰν
δὲ
μὴ
ἀκούσητε
κεκρυμμένως
κλαύσεται
ἡ
ψυχὴ
ὑμῶν
ἀπὸ
προσώπου
ὕβρεως
καὶ
κατάξουσιν
οἱ
ὀφθαλμοὶ
ὑμῶν
δάκρυα
ὅτι
συνετρίβη
τὸ
ποίμνιον
κυρίου
18
εἴπατε
τῷ
βασιλεῗ
καὶ
τοῗς
δυναστεύουσιν
ταπεινώθητε
καὶ
καθίσατε
ὅτι
καθῃρέθη
ἀπὸ
κεφαλῆς
ὑμῶν
στέφανος
δόξης
ὑμῶν
19
πόλεις
αἱ
πρὸς
νότον
συνεκλείσθησαν
καὶ
οὐκ
ἦν
ὁ
ἀνοίγων
ἀπῳκίσθη
Ιουδας
συνετέλεσεν
ἀποικίαν
τελείαν
20
ἀνάλαβε
ὀφθαλμούς
σου
Ιερουσαλημ
καὶ
ἰδὲ
τοὺς
ἐρχομένους
ἀπὸ
βορρᾶ
ποῦ
ἐστιν
τὸ
ποίμνιον
ὃ
ἐδόθη
σοι
πρόβατα
δόξης
σου
21
τί
ἐρεῗς
ὅταν
ἐπισκέπτωνταί
σε
καὶ
σὺ
ἐδίδαξας
αὐτοὺς
ἐπὶ
σὲ
μαθήματα
εἰς
ἀρχήν
οὐκ
ὠδῗνες
καθέξουσίν
σε
καθὼς
γυναῗκα
τίκτουσαν
22
καὶ
ἐὰν
εἴπῃς
ἐν
τῇ
καρδίᾳ
σου
διὰ
τί
ἀπήντησέν
μοι
ταῦτα
διὰ
τὸ
πλῆθος
τῆς
ἀδικίας
σου
ἀνεκαλύφθη
τὰ
ὀπίσθιά
σου
παραδειγματισθῆναι
τὰς
πτέρνας
σου
23
εἰ
ἀλλάξεται
Αἰθίοψ
τὸ
δέρμα
αὐτοῦ
καὶ
πάρδαλις
τὰ
ποικίλματα
αὐτῆς
καὶ
ὑμεῗς
δυνήσεσθε
εὖ
ποιῆσαι
μεμαθηκότες
τὰ
κακά
24
καὶ
διέσπειρα
αὐτοὺς
ὡς
φρύγανα
φερόμενα
ὑπὸ
ἀνέμου
εἰς
ἔρημον
25
οὗτος
ὁ
κλῆρός
σου
καὶ
μερὶς
τοῦ
ἀπειθεῗν
ὑμᾶς
ἐμοί
λέγει
κύριος
ὡς
ἐπελάθου
μου
καὶ
ἤλπισας
ἐπὶ
ψεύδεσιν
26
κἀγὼ
ἀποκαλύψω
τὰ
ὀπίσω
σου
ἐπὶ
τὸ
πρόσωπόν
σου
καὶ
ὀφθήσεται
ἡ
ἀτιμία
σου
27
καὶ
ἡ
μοιχεία
σου
καὶ
ὁ
χρεμετισμός
σου
καὶ
ἡ
ἀπαλλοτρίωσις
τῆς
πορνείας
σου
ἐπὶ
τῶν
βουνῶν
καὶ
ἐν
τοῗς
ἀγροῗς
ἑώρακα
τὰ
βδελύγματά
σου
οὐαί
σοι
Ιερουσαλημ
ὅτι
οὐκ
ἐκαθαρίσθης
ὀπίσω
μου
ἕως
τίνος
ἔτι
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss