Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Isaiah
19
Ἠσαΐας
1
2
3
…
17
18
19
20
21
…
64
65
66
1
ὅρασις
Αἰγύπτου
ἰδοὺ
κύριος
κάθηται
ἐπὶ
νεφέλης
κούφης
καὶ
ἥξει
εἰς
Αἴγυπτον
καὶ
σεισθήσεται
τὰ
χειροποίητα
Αἰγύπτου
ἀπὸ
προσώπου
αὐτοῦ
καὶ
ἡ
καρδία
αὐτῶν
ἡττηθήσεται
ἐν
αὐτοῗς
2
καὶ
ἐπεγερθήσονται
Αἰγύπτιοι
ἐπ
Αἰγυπτίους
καὶ
πολεμήσει
ἄνθρωπος
τὸν
ἀδελφὸν
αὐτοῦ
καὶ
ἄνθρωπος
τὸν
πλησίον
αὐτοῦ
πόλις
ἐπὶ
πόλιν
καὶ
νομὸς
ἐπὶ
νομόν
3
καὶ
ταραχθήσεται
τὸ
πνεῦμα
τῶν
Αἰγυπτίων
ἐν
αὐτοῗς
καὶ
τὴν
βουλὴν
αὐτῶν
διασκεδάσω
καὶ
ἐπερωτήσουσιν
τοὺς
θεοὺς
αὐτῶν
καὶ
τὰ
ἀγάλματα
αὐτῶν
καὶ
τοὺς
ἐκ
τῆς
γῆς
φωνοῦντας
καὶ
τοὺς
ἐγγαστριμύθους
4
καὶ
παραδώσω
Αἴγυπτον
εἰς
χεῗρας
ἀνθρώπων
κυρίων
σκληρῶν
καὶ
βασιλεῗς
σκληροὶ
κυριεύσουσιν
αὐτῶν
τάδε
λέγει
κύριος
σαβαωθ
5
καὶ
πίονται
οἱ
Αἰγύπτιοι
ὕδωρ
τὸ
παρὰ
θάλασσαν
ὁ
δὲ
ποταμὸς
ἐκλείψει
καὶ
ξηρανθήσεται
6
καὶ
ἐκλείψουσιν
οἱ
ποταμοὶ
καὶ
αἱ
διώρυγες
τοῦ
ποταμοῦ
καὶ
ξηρανθήσεται
πᾶσα
συναγωγὴ
ὕδατος
καὶ
ἐν
παντὶ
ἕλει
καλάμου
καὶ
παπύρου
7
καὶ
τὸ
ἄχι
τὸ
χλωρὸν
πᾶν
τὸ
κύκλῳ
τοῦ
ποταμοῦ
καὶ
πᾶν
τὸ
σπειρόμενον
διὰ
τοῦ
ποταμοῦ
ξηρανθήσεται
ἀνεμόφθορον
8
καὶ
στενάξουσιν
οἱ
ἁλεεῗς
καὶ
στενάξουσιν
πάντες
οἱ
βάλλοντες
ἄγκιστρον
εἰς
τὸν
ποταμόν
καὶ
οἱ
βάλλοντες
σαγήνας
καὶ
οἱ
ἀμφιβολεῗς
πενθήσουσιν
9
καὶ
αἰσχύνη
λήμψεται
τοὺς
ἐργαζομένους
τὸ
λίνον
τὸ
σχιστὸν
καὶ
τοὺς
ἐργαζομένους
τὴν
βύσσον
10
καὶ
ἔσονται
οἱ
διαζόμενοι
αὐτὰ
ἐν
ὀδύνῃ
καὶ
πάντες
οἱ
τὸν
ζῦθον
ποιοῦντες
λυπηθήσονται
καὶ
τὰς
ψυχὰς
πονέσουσιν
11
καὶ
μωροὶ
ἔσονται
οἱ
ἄρχοντες
Τάνεως
οἱ
σοφοὶ
σύμβουλοι
τοῦ
βασιλέως
ἡ
βουλὴ
αὐτῶν
μωρανθήσεται
πῶς
ἐρεῗτε
τῷ
βασιλεῗ
υἱοὶ
συνετῶν
ἡμεῗς
υἱοὶ
βασιλέων
τῶν
ἐξ
ἀρχῆς
12
ποῦ
εἰσιν
νῦν
οἱ
σοφοί
σου
καὶ
ἀναγγειλάτωσάν
σοι
καὶ
εἰπάτωσαν
τί
βεβούλευται
κύριος
σαβαωθ
ἐπ
Αἴγυπτον
13
ἐξέλιπον
οἱ
ἄρχοντες
Τάνεως
καὶ
ὑψώθησαν
οἱ
ἄρχοντες
Μέμφεως
καὶ
πλανήσουσιν
Αἴγυπτον
κατὰ
φυλάς
14
κύριος
γὰρ
ἐκέρασεν
αὐτοῗς
πνεῦμα
πλανήσεως
καὶ
ἐπλάνησαν
Αἴγυπτον
ἐν
πᾶσι
τοῗς
ἔργοις
αὐτῶν
ὡς
πλανᾶται
ὁ
μεθύων
καὶ
ὁ
ἐμῶν
ἅμα
15
καὶ
οὐκ
ἔσται
τοῗς
Αἰγυπτίοις
ἔργον
ὃ
ποιήσει
κεφαλὴν
καὶ
οὐράν
ἀρχὴν
καὶ
τέλος
16
τῇ
δὲ
ἡμέρᾳ
ἐκείνῃ
ἔσονται
οἱ
Αἰγύπτιοι
ὡς
γυναῗκες
ἐν
φόβῳ
καὶ
ἐν
τρόμῳ
ἀπὸ
προσώπου
τῆς
χειρὸς
κυρίου
σαβαωθ
ἣν
αὐτὸς
ἐπιβαλεῗ
αὐτοῗς
17
καὶ
ἔσται
ἡ
χώρα
τῶν
Ιουδαίων
τοῗς
Αἰγυπτίοις
εἰς
φόβητρον
πᾶς
ὃς
ἐὰν
ὀνομάσῃ
αὐτὴν
αὐτοῗς
φοβηθήσονται
διὰ
τὴν
βουλήν
ἣν
βεβούλευται
κύριος
ἐπ
αὐτήν
18
τῇ
ἡμέρᾳ
ἐκείνῃ
ἔσονται
πέντε
πόλεις
ἐν
Αἰγύπτῳ
λαλοῦσαι
τῇ
γλώσσῃ
τῇ
Χανανίτιδι
καὶ
ὀμνύουσαι
τῷ
ὀνόματι
κυρίου
πόλισ-ασεδεκ
κληθήσεται
ἡ
μία
πόλις
19
τῇ
ἡμέρᾳ
ἐκείνῃ
ἔσται
θυσιαστήριον
τῷ
κυρίῳ
ἐν
χώρᾳ
Αἰγυπτίων
καὶ
στήλη
πρὸς
τὸ
ὅριον
αὐτῆς
τῷ
κυρίῳ
20
καὶ
ἔσται
εἰς
σημεῗον
εἰς
τὸν
αἰῶνα
κυρίῳ
ἐν
χώρᾳ
Αἰγύπτου
ὅτι
κεκράξονται
πρὸς
κύριον
διὰ
τοὺς
θλίβοντας
αὐτούς
καὶ
ἀποστελεῗ
αὐτοῗς
κύριος
ἄνθρωπον
ὃς
σώσει
αὐτούς
κρίνων
σώσει
αὐτούς
21
καὶ
γνωστὸς
ἔσται
κύριος
τοῗς
Αἰγυπτίοις
καὶ
γνώσονται
οἱ
Αἰγύπτιοι
τὸν
κύριον
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
καὶ
ποιήσουσιν
θυσίας
καὶ
εὔξονται
εὐχὰς
τῷ
κυρίῳ
καὶ
ἀποδώσουσιν
22
καὶ
πατάξει
κύριος
τοὺς
Αἰγυπτίους
πληγῇ
μεγάλῃ
καὶ
ἰάσεται
αὐτοὺς
ἰάσει
καὶ
ἐπιστραφήσονται
πρὸς
κύριον
καὶ
εἰσακούσεται
αὐτῶν
καὶ
ἰάσεται
αὐτούς
23
τῇ
ἡμέρᾳ
ἐκείνῃ
ἔσται
ὁδὸς
Αἰγύπτου
πρὸς
Ἀσσυρίους
καὶ
εἰσελεύσονται
Ἀσσύριοι
εἰς
Αἴγυπτον
καὶ
Αἰγύπτιοι
πορεύσονται
πρὸς
Ἀσσυρίους
καὶ
δουλεύσουσιν
οἱ
Αἰγύπτιοι
τοῗς
Ἀσσυρίοις
24
τῇ
ἡμέρᾳ
ἐκείνῃ
ἔσται
Ισραηλ
τρίτος
ἐν
τοῗς
Ἀσσυρίοις
καὶ
ἐν
τοῗς
Αἰγυπτίοις
εὐλογημένος
ἐν
τῇ
γῇ
25
ἣν
εὐλόγησεν
κύριος
σαβαωθ
λέγων
εὐλογημένος
ὁ
λαός
μου
ὁ
ἐν
Αἰγύπτῳ
καὶ
ὁ
ἐν
Ἀσσυρίοις
καὶ
ἡ
κληρονομία
μου
Ισραηλ
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss