Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Isaiah
17
Ἠσαΐας
1
2
3
…
15
16
17
18
19
…
64
65
66
1
τὸ
ῥῆμα
τὸ
κατὰ
Δαμασκοῦ
ἰδοὺ
Δαμασκὸς
ἀρθήσεται
ἀπὸ
πόλεων
καὶ
ἔσται
εἰς
πτῶσιν
2
καταλελειμμένη
εἰς
τὸν
αἰῶνα
εἰς
κοίτην
ποιμνίων
καὶ
ἀνάπαυσιν
καὶ
οὐκ
ἔσται
ὁ
διώκων
3
καὶ
οὐκέτι
ἔσται
ὀχυρὰ
τοῦ
καταφυγεῗν
Εφραιμ
καὶ
οὐκέτι
ἔσται
βασιλεία
ἐν
Δαμασκῷ
καὶ
τὸ
λοιπὸν
τῶν
Σύρων
ἀπολεῗται
οὐ
γὰρ
σὺ
βελτίων
εἶ
τῶν
υἱῶν
Ισραηλ
καὶ
τῆς
δόξης
αὐτῶν
τάδε
λέγει
κύριος
σαβαωθ
4
ἔσται
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
ἔκλειψις
τῆς
δόξης
Ιακωβ
καὶ
τὰ
πίονα
τῆς
δόξης
αὐτοῦ
σεισθήσεται
5
καὶ
ἔσται
ὃν
τρόπον
ἐάν
τις
συναγάγῃ
ἀμητὸν
ἑστηκότα
καὶ
σπέρμα
σταχύων
ἐν
τῷ
βραχίονι
αὐτοῦ
ἀμήσῃ
καὶ
ἔσται
ὃν
τρόπον
ἐάν
τις
συναγάγῃ
στάχυν
ἐν
φάραγγι
στερεᾷ
6
καὶ
καταλειφθῇ
ἐν
αὐτῇ
καλάμη
ἢ
ὡς
ῥῶγες
ἐλαίας
δύο
ἢ
τρεῗς
ἐπ
ἄκρου
μετεώρου
ἢ
τέσσαρες
ἢ
πέντε
ἐπὶ
τῶν
κλάδων
αὐτῶν
καταλειφθῇ
τάδε
λέγει
κύριος
ὁ
θεὸς
Ισραηλ
7
τῇ
ἡμέρᾳ
ἐκείνῃ
πεποιθὼς
ἔσται
ἄνθρωπος
ἐπὶ
τῷ
ποιήσαντι
αὐτόν
οἱ
δὲ
ὀφθαλμοὶ
αὐτοῦ
εἰς
τὸν
ἅγιον
τοῦ
Ισραηλ
ἐμβλέψονται
8
καὶ
οὐ
μὴ
πεποιθότες
ὦσιν
ἐπὶ
τοῗς
βωμοῗς
οὐδὲ
ἐπὶ
τοῗς
ἔργοις
τῶν
χειρῶν
αὐτῶν
ἃ
ἐποίησαν
οἱ
δάκτυλοι
αὐτῶν
καὶ
οὐκ
ὄψονται
τὰ
δένδρα
αὐτῶν
οὐδὲ
τὰ
βδελύγματα
αὐτῶν
9
τῇ
ἡμέρᾳ
ἐκείνῃ
ἔσονται
αἱ
πόλεις
σου
ἐγκαταλελειμμέναι
ὃν
τρόπον
ἐγκατέλιπον
οἱ
Αμορραῗοι
καὶ
οἱ
Ευαῗοι
ἀπὸ
προσώπου
τῶν
υἱῶν
Ισραηλ
καὶ
ἔσονται
ἔρημοι
10
διότι
κατέλιπες
τὸν
θεὸν
τὸν
σωτῆρά
σου
καὶ
κυρίου
τοῦ
βοηθοῦ
σου
οὐκ
ἐμνήσθης
διὰ
τοῦτο
φυτεύσεις
φύτευμα
ἄπιστον
καὶ
σπέρμα
ἄπιστον
11
τῇ
δὲ
ἡμέρᾳ
ᾗ
ἂν
φυτεύσῃς
πλανηθήσῃ
τὸ
δὲ
πρωί
ἐὰν
σπείρῃς
ἀνθήσει
εἰς
ἀμητὸν
ᾗ
ἂν
ἡμέρᾳ
κληρώσῃ
καὶ
ὡς
πατὴρ
ἀνθρώπου
κληρώσῃ
τοῗς
υἱοῗς
σου
12
οὐαὶ
πλῆθος
ἐθνῶν
πολλῶν
ὡς
θάλασσα
κυμαίνουσα
οὕτως
ταραχθήσεσθε
καὶ
νῶτος
ἐθνῶν
πολλῶν
ὡς
ὕδωρ
ἠχήσει
13
ὡς
ὕδωρ
πολὺ
ἔθνη
πολλά
ὡς
ὕδατος
πολλοῦ
βίᾳ
καταφερομένου
καὶ
ἀποσκορακιεῗ
αὐτὸν
καὶ
πόρρω
αὐτὸν
διώξεται
ὡς
χνοῦν
ἀχύρου
λικμώντων
ἀπέναντι
ἀνέμου
καὶ
ὡς
κονιορτὸν
τροχοῦ
καταιγὶς
φέρουσα
14
πρὸς
ἑσπέραν
ἔσται
πένθος
πρὶν
ἢ
πρωὶ
καὶ
οὐκ
ἔσται
αὕτη
ἡ
μερὶς
τῶν
ὑμᾶς
προνομευσάντων
καὶ
κληρονομία
τοῗς
ὑμᾶς
κληρονομήσασιν
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss