Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Psalms
30
Ψαλμοί
1
2
3
…
28
29
30
31
32
…
148
149
150
1
εἰς
τὸ
τέλος
ψαλμὸς
ᾠδῆς
τοῦ
ἐγκαινισμοῦ
τοῦ
οἴκου
τῷ
Δαυιδ
ὑψώσω
σε
κύριε
ὅτι
ὑπέλαβές
με
καὶ
οὐκ
ηὔφρανας
τοὺς
ἐχθρούς
μου
ἐπ
ἐμέ
2
κύριε
ὁ
θεός
μου
ἐκέκραξα
πρὸς
σέ
καὶ
ἰάσω
με
3
κύριε
ἀνήγαγες
ἐξ
ᾅδου
τὴν
ψυχήν
μου
ἔσωσάς
με
ἀπὸ
τῶν
καταβαινόντων
εἰς
λάκκον
4
ψάλατε
τῷ
κυρίῳ
οἱ
ὅσιοι
αὐτοῦ
καὶ
ἐξομολογεῗσθε
τῇ
μνήμῃ
τῆς
ἁγιωσύνης
αὐτοῦ
5
ὅτι
ὀργὴ
ἐν
τῷ
θυμῷ
αὐτοῦ
καὶ
ζωὴ
ἐν
τῷ
θελήματι
αὐτοῦ
τὸ
ἑσπέρας
αὐλισθήσεται
κλαυθμὸς
καὶ
εἰς
τὸ
πρωὶ
ἀγαλλίασις
6
ἐγὼ
δὲ
εἶπα
ἐν
τῇ
εὐθηνίᾳ
μου
οὐ
μὴ
σαλευθῶ
εἰς
τὸν
αἰῶνα
7
κύριε
ἐν
τῷ
θελήματί
σου
παρέσχου
τῷ
κάλλει
μου
δύναμιν
ἀπέστρεψας
δὲ
τὸ
πρόσωπόν
σου
καὶ
ἐγενήθην
τεταραγμένος
8
πρὸς
σέ
κύριε
κεκράξομαι
καὶ
πρὸς
τὸν
θεόν
μου
δεηθήσομαι
9
τίς
ὠφέλεια
ἐν
τῷ
αἵματί
μου
ἐν
τῷ
καταβῆναί
με
εἰς
διαφθοράν
μὴ
ἐξομολογήσεταί
σοι
χοῦς
ἢ
ἀναγγελεῗ
τὴν
ἀλήθειάν
σου
10
ἤκουσεν
κύριος
καὶ
ἠλέησέν
με
κύριος
ἐγενήθη
βοηθός
μου
11
ἔστρεψας
τὸν
κοπετόν
μου
εἰς
χορὸν
ἐμοί
διέρρηξας
τὸν
σάκκον
μου
καὶ
περιέζωσάς
με
εὐφροσύνην
12
ὅπως
ἂν
ψάλῃ
σοι
ἡ
δόξα
μου
καὶ
οὐ
μὴ
κατανυγῶ
κύριε
ὁ
θεός
μου
εἰς
τὸν
αἰῶνα
ἐξομολογήσομαί
σοι
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss