Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Psalms
28
Ψαλμοί
1
2
3
…
26
27
28
29
30
…
148
149
150
1
τοῦ
Δαυιδ
πρὸς
σέ
κύριε
ἐκέκραξα
ὁ
θεός
μου
μὴ
παρασιωπήσῃς
ἀπ
ἐμοῦ
μήποτε
παρασιωπήσῃς
ἀπ
ἐμοῦ
καὶ
ὁμοιωθήσομαι
τοῗς
καταβαίνουσιν
εἰς
λάκκον
2
εἰσάκουσον
τῆς
φωνῆς
τῆς
δεήσεώς
μου
ἐν
τῷ
δέεσθαί
με
πρὸς
σέ
ἐν
τῷ
με
αἴρειν
χεῗράς
μου
πρὸς
ναὸν
ἅγιόν
σου
3
μὴ
συνελκύσῃς
μετὰ
ἁμαρτωλῶν
τὴν
ψυχήν
μου
καὶ
μετὰ
ἐργαζομένων
ἀδικίαν
μὴ
συναπολέσῃς
με
τῶν
λαλούντων
εἰρήνην
μετὰ
τῶν
πλησίον
αὐτῶν
κακὰ
δὲ
ἐν
ταῗς
καρδίαις
αὐτῶν
4
δὸς
αὐτοῗς
κατὰ
τὰ
ἔργα
αὐτῶν
καὶ
κατὰ
τὴν
πονηρίαν
τῶν
ἐπιτηδευμάτων
αὐτῶν
κατὰ
τὰ
ἔργα
τῶν
χειρῶν
αὐτῶν
δὸς
αὐτοῗς
ἀπόδος
τὸ
ἀνταπόδομα
αὐτῶν
αὐτοῗς
5
ὅτι
οὐ
συνῆκαν
εἰς
τὰ
ἔργα
κυρίου
καὶ
εἰς
τὰ
ἔργα
τῶν
χειρῶν
αὐτοῦ
καθελεῗς
αὐτοὺς
καὶ
οὐ
μὴ
οἰκοδομήσεις
αὐτούς
6
εὐλογητὸς
κύριος
ὅτι
εἰσήκουσεν
τῆς
φωνῆς
τῆς
δεήσεώς
μου
7
κύριος
βοηθός
μου
καὶ
ὑπερασπιστής
μου
ἐπ
αὐτῷ
ἤλπισεν
ἡ
καρδία
μου
καὶ
ἐβοηθήθην
καὶ
ἀνέθαλεν
ἡ
σάρξ
μου
καὶ
ἐκ
θελήματός
μου
ἐξομολογήσομαι
αὐτῷ
8
κύριος
κραταίωμα
τοῦ
λαοῦ
αὐτοῦ
καὶ
ὑπερασπιστὴς
τῶν
σωτηρίων
τοῦ
χριστοῦ
αὐτοῦ
ἐστιν
9
σῶσον
τὸν
λαόν
σου
καὶ
εὐλόγησον
τὴν
κληρονομίαν
σου
καὶ
ποίμανον
αὐτοὺς
καὶ
ἔπαρον
αὐτοὺς
ἕως
τοῦ
αἰῶνος
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss