Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Job
15
Ἰώβ
1
2
3
…
13
14
15
16
17
…
40
41
42
1
ὑπολαβὼν
δὲ
Ελιφας
ὁ
Θαιμανίτης
λέγει
2
πότερον
σοφὸς
ἀπόκρισιν
δώσει
συνέσεως
πνεύματος
καὶ
ἐνέπλησεν
πόνον
γαστρὸς
3
ἐλέγχων
ἐν
ῥήμασιν
οἷς
οὐ
δεῗ
ἐν
λόγοις
οἷς
οὐδὲν
ὄφελος
4
οὐ
καὶ
σὺ
ἀπεποιήσω
φόβον
συνετελέσω
δὲ
ῥήματα
τοιαῦτα
ἔναντι
τοῦ
κυρίου
5
ἔνοχος
εἶ
ῥήμασιν
στόματός
σου
οὐδὲ
διέκρινας
ῥήματα
δυναστῶν
6
ἐλέγξαι
σε
τὸ
σὸν
στόμα
καὶ
μὴ
ἐγώ
τὰ
δὲ
χείλη
σου
καταμαρτυρήσουσίν
σου
7
τί
γάρ
μὴ
πρῶτος
ἀνθρώπων
ἐγενήθης
ἢ
πρὸ
θινῶν
ἐπάγης
8
ἦ
σύνταγμα
κυρίου
ἀκήκοας
εἰς
δὲ
σὲ
ἀφίκετο
σοφία
9
τί
γὰρ
οἶδας
ὃ
οὐκ
οἴδαμεν
ἢ
τί
συνίεις
ὃ
οὐχὶ
καὶ
ἡμεῗς
10
καί
γε
πρεσβύτης
καί
γε
παλαιὸς
ἐν
ἡμῗν
βαρύτερος
τοῦ
πατρός
σου
ἡμέραις
11
ὀλίγα
ὧν
ἡμάρτηκας
μεμαστίγωσαι
μεγάλως
ὑπερβαλλόντως
λελάληκας
12
τί
ἐτόλμησεν
ἡ
καρδία
σου
ἢ
τί
ἐπήνεγκαν
οἱ
ὀφθαλμοί
σου
13
ὅτι
θυμὸν
ἔρρηξας
ἔναντι
κυρίου
ἐξήγαγες
δὲ
ἐκ
στόματος
ῥήματα
τοιαῦτα
14
τίς
γὰρ
ὢν
βροτός
ὅτι
ἔσται
ἄμεμπτος
ἢ
ὡς
ἐσόμενος
δίκαιος
γεννητὸς
γυναικός
15
εἰ
κατὰ
ἁγίων
οὐ
πιστεύει
οὐρανὸς
δὲ
οὐ
καθαρὸς
ἐναντίον
αὐτοῦ
16
ἔα
δὲ
ἐβδελυγμένος
καὶ
ἀκάθαρτος
ἀνὴρ
πίνων
ἀδικίας
ἴσα
ποτῷ
17
ἀναγγελῶ
δέ
σοι
ἄκουέ
μου
ἃ
δὴ
ἑώρακα
ἀναγγελῶ
σοι
18
ἃ
σοφοὶ
ἐροῦσιν
καὶ
οὐκ
ἔκρυψαν
πατέρας
αὐτῶν
19
αὐτοῗς
μόνοις
ἐδόθη
ἡ
γῆ
καὶ
οὐκ
ἐπῆλθεν
ἀλλογενὴς
ἐπ
αὐτούς
20
πᾶς
ὁ
βίος
ἀσεβοῦς
ἐν
φροντίδι
ἔτη
δὲ
ἀριθμητὰ
δεδομένα
δυνάστῃ
21
ὁ
δὲ
φόβος
αὐτοῦ
ἐν
ὠσὶν
αὐτοῦ
ὅταν
δοκῇ
ἤδη
εἰρηνεύειν
ἥξει
αὐτοῦ
ἡ
καταστροφή
22
μὴ
πιστευέτω
ἀποστραφῆναι
ἀπὸ
σκότους
ἐντέταλται
γὰρ
ἤδη
εἰς
χεῗρας
σιδήρου
23
κατατέτακται
δὲ
εἰς
σῗτα
γυψίν
οἶδεν
δὲ
ἐν
ἑαυτῷ
ὅτι
μένει
εἰς
πτῶμα
ἡμέρα
δὲ
αὐτὸν
σκοτεινὴ
στροβήσει
24
ἀνάγκη
δὲ
καὶ
θλῗψις
αὐτὸν
καθέξει
ὥσπερ
στρατηγὸς
πρωτοστάτης
πίπτων
25
ὅτι
ἦρκεν
χεῗρας
ἐναντίον
τοῦ
κυρίου
ἔναντι
δὲ
κυρίου
παντοκράτορος
ἐτραχηλίασεν
26
ἔδραμεν
δὲ
ἐναντίον
αὐτοῦ
ὕβρει
ἐν
πάχει
νώτου
ἀσπίδος
αὐτοῦ
27
ὅτι
ἐκάλυψεν
τὸ
πρόσωπον
αὐτοῦ
ἐν
στέατι
αὐτοῦ
καὶ
ἐποίησεν
περιστόμιον
ἐπὶ
τῶν
μηρίων
28
αὐλισθείη
δὲ
πόλεις
ἐρήμους
εἰσέλθοι
δὲ
εἰς
οἴκους
ἀοικήτους
ἃ
δὲ
ἐκεῗνοι
ἡτοίμασαν
ἄλλοι
ἀποίσονται
29
οὔτε
μὴ
πλουτισθῇ
οὔτε
μὴ
μείνῃ
αὐτοῦ
τὰ
ὑπάρχοντα
οὐ
μὴ
βάλῃ
ἐπὶ
τὴν
γῆν
σκιὰν
30
οὐδὲ
μὴ
ἐκφύγῃ
τὸ
σκότος
τὸν
βλαστὸν
αὐτοῦ
μαράναι
ἄνεμος
ἐκπέσοι
δὲ
αὐτοῦ
τὸ
ἄνθος
31
μὴ
πιστευέτω
ὅτι
ὑπομενεῗ
κενὰ
γὰρ
ἀποβήσεται
αὐτῷ
32
ἡ
τομὴ
αὐτοῦ
πρὸ
ὥρας
φθαρήσεται
καὶ
ὁ
ῥάδαμνος
αὐτοῦ
οὐ
μὴ
πυκάσῃ
33
τρυγηθείη
δὲ
ὥσπερ
ὄμφαξ
πρὸ
ὥρας
ἐκπέσοι
δὲ
ὡς
ἄνθος
ἐλαίας
34
μαρτύριον
γὰρ
ἀσεβοῦς
θάνατος
πῦρ
δὲ
καύσει
οἴκους
δωροδεκτῶν
35
ἐν
γαστρὶ
δὲ
λήμψεται
ὀδύνας
ἀποβήσεται
δὲ
αὐτῷ
κενά
ἡ
δὲ
κοιλία
αὐτοῦ
ὑποίσει
δόλον
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss