Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Job
13
Ἰώβ
1
2
3
…
11
12
13
14
15
…
40
41
42
1
ἰδοὺ
ταῦτα
ἑώρακέν
μου
ὁ
ὀφθαλμὸς
καὶ
ἀκήκοέν
μου
τὸ
οὖς
2
καὶ
οἶδα
ὅσα
καὶ
ὑμεῗς
ἐπίστασθε
καὶ
οὐκ
ἀσυνετώτερός
εἰμι
ὑμῶν
3
οὐ
μὴν
δὲ
ἀλλ
ἐγὼ
πρὸς
κύριον
λαλήσω
ἐλέγξω
δὲ
ἐναντίον
αὐτοῦ
ἐὰν
βούληται
4
ὑμεῗς
δέ
ἐστε
ἰατροὶ
ἄδικοι
καὶ
ἰαταὶ
κακῶν
πάντες
5
εἴη
δὲ
ὑμῗν
κωφεῦσαι
καὶ
ἀποβήσεται
ὑμῗν
εἰς
σοφίαν
6
ἀκούσατε
ἔλεγχον
στόματός
μου
κρίσιν
δὲ
χειλέων
μου
προσέχετε
7
πότερον
οὐκ
ἔναντι
κυρίου
λαλεῗτε
ἔναντι
δὲ
αὐτοῦ
φθέγγεσθε
δόλον
8
ἦ
ὑποστελεῗσθε
ὑμεῗς
δὲ
αὐτοὶ
κριταὶ
γένεσθε
9
καλόν
γε
ἐὰν
ἐξιχνιάσῃ
ὑμᾶς
εἰ
γὰρ
τὰ
πάντα
ποιοῦντες
προστεθήσεσθε
αὐτῷ
10
οὐθὲν
ἧττον
ἐλέγξει
ὑμᾶς
εἰ
δὲ
καὶ
κρυφῇ
πρόσωπα
θαυμάσετε
11
πότερον
οὐχὶ
δεινὰ
αὐτοῦ
στροβήσει
ὑμᾶς
φόβος
δὲ
παρ
αὐτοῦ
ἐπιπεσεῗται
ὑμῗν
12
ἀποβήσεται
δὲ
ὑμῶν
τὸ
ἀγαυρίαμα
ἴσα
σποδῷ
τὸ
δὲ
σῶμα
πήλινον
13
κωφεύσατε
ἵνα
λαλήσω
καὶ
ἀναπαύσωμαι
θυμοῦ
14
ἀναλαβὼν
τὰς
σάρκας
μου
τοῗς
ὀδοῦσιν
ψυχὴν
δέ
μου
θήσω
ἐν
χειρί
15
ἐάν
με
χειρώσηται
ὁ
δυνάστης
ἐπεὶ
καὶ
ἦρκται
ἦ
μὴν
λαλήσω
καὶ
ἐλέγξω
ἐναντίον
αὐτοῦ
16
καὶ
τοῦτό
μοι
ἀποβήσεται
εἰς
σωτηρίαν
οὐ
γὰρ
ἐναντίον
αὐτοῦ
δόλος
εἰσελεύσεται
17
ἀκούσατε
ἀκούσατε
τὰ
ῥήματά
μου
ἀναγγελῶ
γὰρ
ὑμῶν
ἀκουόντων
18
ἰδοὺ
ἐγὼ
ἐγγύς
εἰμι
τοῦ
κρίματός
μου
οἶδα
ἐγὼ
ὅτι
δίκαιος
ἀναφανοῦμαι
19
τίς
γάρ
ἐστιν
ὁ
κριθησόμενός
μοι
ὅτι
νῦν
κωφεύσω
καὶ
ἐκλείψω
20
δυεῗν
δέ
μοι
χρήσῃ
τότε
ἀπὸ
τοῦ
προσώπου
σου
οὐ
κρυβήσομαι
21
τὴν
χεῗρα
ἀπ
ἐμοῦ
ἀπέχου
καὶ
ὁ
φόβος
σου
μή
με
καταπλησσέτω
22
εἶτα
καλέσεις
ἐγὼ
δέ
σοι
ὑπακούσομαι
ἢ
λαλήσεις
ἐγὼ
δέ
σοι
δώσω
ἀνταπόκρισιν
23
πόσαι
εἰσὶν
αἱ
ἁμαρτίαι
μου
καὶ
αἱ
ἀνομίαι
μου
δίδαξόν
με
τίνες
εἰσίν
24
διὰ
τί
ἀπ
ἐμοῦ
κρύπτῃ
ἥγησαι
δέ
με
ὑπεναντίον
σοι
25
ἦ
ὡς
φύλλον
κινούμενον
ὑπὸ
ἀνέμου
εὐλαβηθήσῃ
ἢ
ὡς
χόρτῳ
φερομένῳ
ὑπὸ
πνεύματος
ἀντίκεισαί
μοι
26
ὅτι
κατέγραψας
κατ
ἐμοῦ
κακά
περιέθηκας
δέ
μοι
νεότητος
ἁμαρτίας
27
ἔθου
δέ
μου
τὸν
πόδα
ἐν
κωλύματι
ἐφύλαξας
δέ
μου
πάντα
τὰ
ἔργα
εἰς
δὲ
ῥίζας
τῶν
ποδῶν
μου
ἀφίκου
28
ὃ
παλαιοῦται
ἴσα
ἀσκῷ
ἢ
ὥσπερ
ἱμάτιον
σητόβρωτον
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss