Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
1 Samuel
7
Βασιλειῶν Αʹ
1
2
3
…
5
6
7
8
9
…
29
30
31
1
καὶ
ἔρχονται
οἱ
ἄνδρες
Καριαθιαριμ
καὶ
ἀνάγουσιν
τὴν
κιβωτὸν
διαθήκης
κυρίου
καὶ
εἰσάγουσιν
αὐτὴν
εἰς
οἶκον
Αμιναδαβ
τὸν
ἐν
τῷ
βουνῷ
καὶ
τὸν
Ελεαζαρ
υἱὸν
αὐτοῦ
ἡγίασαν
φυλάσσειν
τὴν
κιβωτὸν
διαθήκης
κυρίου
2
καὶ
ἐγενήθη
ἀφ
ἧς
ἡμέρας
ἦν
ἡ
κιβωτὸς
ἐν
Καριαθιαριμ
ἐπλήθυναν
αἱ
ἡμέραι
καὶ
ἐγένοντο
εἴκοσι
ἔτη
καὶ
ἐπέβλεψεν
πᾶς
οἶκος
Ισραηλ
ὀπίσω
κυρίου
3
καὶ
εἶπεν
Σαμουηλ
πρὸς
πάντα
οἶκον
Ισραηλ
λέγων
εἰ
ἐν
ὅλῃ
καρδίᾳ
ὑμῶν
ὑμεῗς
ἐπιστρέφετε
πρὸς
κύριον
περιέλετε
τοὺς
θεοὺς
τοὺς
ἀλλοτρίους
ἐκ
μέσου
ὑμῶν
καὶ
τὰ
ἄλση
καὶ
ἑτοιμάσατε
τὰς
καρδίας
ὑμῶν
πρὸς
κύριον
καὶ
δουλεύσατε
αὐτῷ
μόνῳ
καὶ
ἐξελεῗται
ὑμᾶς
ἐκ
χειρὸς
ἀλλοφύλων
4
καὶ
περιεῗλον
οἱ
υἱοὶ
Ισραηλ
τὰς
Βααλιμ
καὶ
τὰ
ἄλση
Ασταρωθ
καὶ
ἐδούλευσαν
κυρίῳ
μόνῳ
5
καὶ
εἶπεν
Σαμουηλ
ἀθροίσατε
πάντα
Ισραηλ
εἰς
Μασσηφαθ
καὶ
προσεύξομαι
περὶ
ὑμῶν
πρὸς
κύριον
6
καὶ
συνήχθησαν
εἰς
Μασσηφαθ
καὶ
ὑδρεύονται
ὕδωρ
καὶ
ἐξέχεαν
ἐνώπιον
κυρίου
ἐπὶ
τὴν
γῆν
καὶ
ἐνήστευσαν
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
καὶ
εἶπαν
ἡμαρτήκαμεν
ἐνώπιον
κυρίου
καὶ
ἐδίκαζεν
Σαμουηλ
τοὺς
υἱοὺς
Ισραηλ
εἰς
Μασσηφαθ
7
καὶ
ἤκουσαν
οἱ
ἀλλόφυλοι
ὅτι
συνηθροίσθησαν
πάντες
οἱ
υἱοὶ
Ισραηλ
εἰς
Μασσηφαθ
καὶ
ἀνέβησαν
σατράπαι
ἀλλοφύλων
ἐπὶ
Ισραηλ
καὶ
ἀκούουσιν
οἱ
υἱοὶ
Ισραηλ
καὶ
ἐφοβήθησαν
ἀπὸ
προσώπου
ἀλλοφύλων
8
καὶ
εἶπαν
οἱ
υἱοὶ
Ισραηλ
πρὸς
Σαμουηλ
μὴ
παρασιωπήσῃς
ἀφ
ἡμῶν
τοῦ
μὴ
βοᾶν
πρὸς
κύριον
θεόν
σου
καὶ
σώσει
ἡμᾶς
ἐκ
χειρὸς
ἀλλοφύλων
9
καὶ
ἔλαβεν
Σαμουηλ
ἄρνα
γαλαθηνὸν
ἕνα
καὶ
ἀνήνεγκεν
αὐτὸν
ὁλοκαύτωσιν
σὺν
παντὶ
τῷ
λαῷ
τῷ
κυρίῳ
καὶ
ἐβόησεν
Σαμουηλ
πρὸς
κύριον
περὶ
Ισραηλ
καὶ
ἐπήκουσεν
αὐτοῦ
κύριος
10
καὶ
ἦν
Σαμουηλ
ἀναφέρων
τὴν
ὁλοκαύτωσιν
καὶ
ἀλλόφυλοι
προσῆγον
εἰς
πόλεμον
ἐπὶ
Ισραηλ
καὶ
ἐβρόντησεν
κύριος
ἐν
φωνῇ
μεγάλῃ
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
ἐπὶ
τοὺς
ἀλλοφύλους
καὶ
συνεχύθησαν
καὶ
ἔπταισαν
ἐνώπιον
Ισραηλ
11
καὶ
ἐξῆλθαν
ἄνδρες
Ισραηλ
ἐκ
Μασσηφαθ
καὶ
κατεδίωξαν
τοὺς
ἀλλοφύλους
καὶ
ἐπάταξαν
αὐτοὺς
ἕως
ὑποκάτω
τοῦ
Βαιθχορ
12
καὶ
ἔλαβεν
Σαμουηλ
λίθον
ἕνα
καὶ
ἔστησεν
αὐτὸν
ἀνὰ
μέσον
Μασσηφαθ
καὶ
ἀνὰ
μέσον
τῆς
παλαιᾶς
καὶ
ἐκάλεσεν
τὸ
ὄνομα
αὐτοῦ
Αβενεζερ
λίθος
τοῦ
βοηθοῦ
καὶ
εἶπεν
ἕως
ἐνταῦθα
ἐβοήθησεν
ἡμῗν
κύριος
13
καὶ
ἐταπείνωσεν
κύριος
τοὺς
ἀλλοφύλους
καὶ
οὐ
προσέθεντο
ἔτι
προσελθεῗν
εἰς
ὅριον
Ισραηλ
καὶ
ἐγενήθη
χεὶρ
κυρίου
ἐπὶ
τοὺς
ἀλλοφύλους
πάσας
τὰς
ἡμέρας
τοῦ
Σαμουηλ
14
καὶ
ἀπεδόθησαν
αἱ
πόλεις
ἃς
ἔλαβον
οἱ
ἀλλόφυλοι
παρὰ
τῶν
υἱῶν
Ισραηλ
καὶ
ἀπέδωκαν
αὐτὰς
τῷ
Ισραηλ
ἀπὸ
Ἀσκαλῶνος
ἕως
Αζοβ
καὶ
τὸ
ὅριον
Ισραηλ
ἀφείλαντο
ἐκ
χειρὸς
ἀλλοφύλων
καὶ
ἦν
εἰρήνη
ἀνὰ
μέσον
Ισραηλ
καὶ
ἀνὰ
μέσον
τοῦ
Αμορραίου
15
καὶ
ἐδίκαζεν
Σαμουηλ
τὸν
Ισραηλ
πάσας
τὰς
ἡμέρας
τῆς
ζωῆς
αὐτοῦ
16
καὶ
ἐπορεύετο
κατ
ἐνιαυτὸν
ἐνιαυτὸν
καὶ
ἐκύκλου
Βαιθηλ
καὶ
τὴν
Γαλγαλα
καὶ
τὴν
Μασσηφαθ
καὶ
ἐδίκαζεν
τὸν
Ισραηλ
ἐν
πᾶσι
τοῗς
ἡγιασμένοις
τούτοις
17
ἡ
δὲ
ἀποστροφὴ
αὐτοῦ
εἰς
Αρμαθαιμ
ὅτι
ἐκεῗ
ἦν
ὁ
οἶκος
αὐτοῦ
καὶ
ἐδίκαζεν
ἐκεῗ
τὸν
Ισραηλ
καὶ
ᾠκοδόμησεν
ἐκεῗ
θυσιαστήριον
τῷ
κυρίῳ
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss