Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Judges
15
Κριταί
1
2
3
…
13
14
15
16
17
…
19
20
21
1
καὶ
ἐγένετο
μεθ
ἡμέρας
ἐν
ἡμέραις
θερισμοῦ
πυρῶν
καὶ
ἐπεσκέψατο
Σαμψων
τὴν
γυναῗκα
αὐτοῦ
φέρων
ἔριφον
αἰγῶν
καὶ
εἶπεν
εἰσελεύσομαι
πρὸς
τὴν
γυναῗκά
μου
εἰς
τὸν
κοιτῶνα
καὶ
οὐκ
ἀφῆκεν
αὐτὸν
ὁ
πατὴρ
αὐτῆς
εἰσελθεῗν
πρὸς
αὐτήν
2
καὶ
εἶπεν
ὁ
πατὴρ
αὐτῆς
εἴπας
εἶπα
ὅτι
μισῶν
ἐμίσησας
αὐτήν
καὶ
ἔδωκα
αὐτὴν
τῷ
συνεταίρῳ
σου
οὐκ
ἰδοὺ
ἡ
ἀδελφὴ
αὐτῆς
ἡ
νεωτέρα
κρείσσων
αὐτῆς
ἐστιν
ἔστω
δή
σοι
ἀντὶ
αὐτῆς
3
καὶ
εἶπεν
αὐτῷ
Σαμψων
ἀθῷός
εἰμι
τὸ
ἅπαξ
ἀπὸ
τῶν
ἀλλοφύλων
ὅτι
ἐγὼ
ποιῶ
μεθ
ὑμῶν
κακά
4
καὶ
ἐπορεύθη
Σαμψων
καὶ
συνέλαβεν
τριακοσίας
ἀλώπεκας
καὶ
ἔλαβεν
λαμπάδας
καὶ
συνέδησεν
κέρκον
πρὸς
κέρκον
καὶ
ἔθηκεν
λαμπάδα
μίαν
ἀνὰ
μέσον
τῶν
δύο
κέρκων
ἐν
τῷ
μέσῳ
5
καὶ
ἐξῆψεν
πῦρ
ἐν
ταῗς
λαμπάσιν
καὶ
ἐξαπέστειλεν
εἰς
τὰ
δράγματα
τῶν
ἀλλοφύλων
καὶ
ἐνεπύρισεν
τοὺς
στάχυας
καὶ
τὰ
προτεθερισμένα
ἀπὸ
στοιβῆς
καὶ
ἕως
ἑστῶτος
καὶ
ἕως
ἀμπελῶνος
καὶ
ἐλαίας
6
καὶ
εἶπαν
οἱ
ἀλλόφυλοι
τίς
ἐποίησεν
ταῦτα
καὶ
εἶπαν
Σαμψων
ὁ
γαμβρὸς
τοῦ
Θαμναθαίου
ὅτι
ἔλαβεν
τὴν
γυναῗκα
αὐτοῦ
καὶ
ἔδωκεν
αὐτὴν
τῷ
συνεταίρῳ
αὐτοῦ
καὶ
ἀνέβησαν
οἱ
ἀλλόφυλοι
καὶ
ἐνεπύρισαν
τὴν
οἰκίαν
τοῦ
πατρὸς
αὐτῆς
καὶ
αὐτὴν
καὶ
τὸν
πατέρα
αὐτῆς
ἐν
πυρί
7
καὶ
εἶπεν
αὐτοῗς
Σαμψων
ἐὰν
ποιήσητε
οὕτως
οὐκ
εὐδοκήσω
ἀλλὰ
τὴν
ἐκδίκησίν
μου
ἐξ
ἑνὸς
καὶ
ἑκάστου
ὑμῶν
ποιήσομαι
8
καὶ
ἐπάταξεν
αὐτοὺς
ἐπὶ
μηρὸν
πληγὴν
μεγάλην
καὶ
κατέβη
καὶ
κατῴκει
παρὰ
τῷ
χειμάρρῳ
ἐν
τῷ
σπηλαίῳ
Ηταμ
9
καὶ
ἀνέβησαν
οἱ
ἀλλόφυλοι
καὶ
παρενεβάλοσαν
ἐπὶ
τὸν
Ιουδαν
καὶ
ἐξερρίφησαν
ἐν
Λεχι
10
καὶ
εἶπαν
αὐτοῗς
πᾶς
ἀνὴρ
Ιουδα
ἵνα
τί
ἀνέβητε
ἐφ
ἡμᾶς
καὶ
εἶπαν
οἱ
ἀλλόφυλοι
δῆσαι
τὸν
Σαμψων
καὶ
ποιῆσαι
αὐτῷ
ὃν
τρόπον
ἐποίησεν
ἡμῗν
11
καὶ
κατέβησαν
τρεῗς
χιλιάδες
ἀνδρῶν
ἐξ
Ιουδα
ἐπὶ
τὴν
ὀπὴν
τῆς
πέτρας
Ηταμ
καὶ
εἶπαν
πρὸς
Σαμψων
οὐκ
οἶδας
ὅτι
ἄρχουσιν
ἡμῶν
οἱ
ἀλλόφυλοι
καὶ
ἵνα
τί
ταῦτα
ἐποίησας
ἡμῗν
καὶ
εἶπεν
αὐτοῗς
Σαμψων
καθὼς
ἐποίησαν
ἡμῗν
οὕτως
ἐποίησα
αὐτοῗς
12
καὶ
εἶπαν
αὐτῷ
τοῦ
δῆσαί
σε
κατέβημεν
καὶ
παραδοῦναί
σε
εἰς
χεῗρας
ἀλλοφύλων
καὶ
εἶπεν
αὐτοῗς
Σαμψων
ὀμόσατέ
μοι
μὴ
ἀποκτεῗναί
με
ὑμεῗς
καὶ
παράδοτέ
με
αὐτοῗς
μήποτε
ἀπαντήσητε
ὑμεῗς
ἐν
ἐμοί
13
καὶ
ὤμοσαν
αὐτῷ
λέγοντες
οὐχί
ἀλλὰ
δεσμῷ
δήσομέν
σε
καὶ
παραδώσομέν
σε
εἰς
χεῗρας
αὐτῶν
θανάτῳ
δὲ
οὐ
θανατώσομέν
σε
καὶ
ἔδησαν
αὐτὸν
δύο
καλωδίοις
καινοῗς
καὶ
ἀνήγαγον
αὐτὸν
ἐκ
τῆς
πέτρας
14
καὶ
αὐτὸς
ἦλθεν
ἕως
Σιαγόνος
καὶ
οἱ
ἀλλόφυλοι
ἠλάλαξαν
εἰς
ἀπάντησιν
αὐτοῦ
καὶ
ἔδραμον
εἰς
συνάντησιν
αὐτοῦ
καὶ
κατηύθυνεν
ἐπ
αὐτὸν
πνεῦμα
κυρίου
καὶ
ἐγένοντο
τὰ
καλώδια
τὰ
ἐν
τοῗς
βραχίοσιν
αὐτοῦ
ὡσεὶ
στιππύον
ἡνίκα
ἂν
ὀσφρανθῇ
πυρός
καὶ
διελύθησαν
οἱ
δεσμοὶ
ἀπὸ
τῶν
βραχιόνων
αὐτοῦ
15
καὶ
εὗρεν
σιαγόνα
ὄνου
ἐρριμμένην
ἐν
τῇ
ὁδῷ
καὶ
ἐξέτεινεν
τὴν
χεῗρα
αὐτοῦ
καὶ
ἔλαβεν
αὐτὴν
καὶ
ἐπάταξεν
ἐν
αὐτῇ
χιλίους
ἄνδρας
16
καὶ
εἶπεν
Σαμψων
ἐν
σιαγόνι
ὄνου
ἐξαλείφων
ἐξήλειψα
αὐτούς
ὅτι
ἐν
σιαγόνι
ὄνου
ἐπάταξα
χιλίους
ἄνδρας
17
καὶ
ἐγένετο
ἡνίκα
συνετέλεσεν
λαλῶν
καὶ
ἔρριψεν
τὴν
σιαγόνα
ἀπὸ
τῆς
χειρὸς
αὐτοῦ
καὶ
ἐκάλεσεν
τὸν
τόπον
ἐκεῗνον
Ἀναίρεσις
σιαγόνος
18
καὶ
ἐδίψησεν
σφόδρα
καὶ
ἐβόησεν
πρὸς
κύριον
καὶ
εἶπεν
σὺ
ἔδωκας
ἐν
χειρὶ
τοῦ
δούλου
σου
τὴν
σωτηρίαν
τὴν
μεγάλην
ταύτην
καὶ
νῦν
ἀποθανοῦμαι
ἐν
δίψει
καὶ
ἐμπεσοῦμαι
ἐν
χειρὶ
τῶν
ἀπεριτμήτων
19
καὶ
ἤνοιξεν
ὁ
θεὸς
τὸ
τραῦμα
τῆς
σιαγόνος
καὶ
ἐξῆλθεν
ἐξ
αὐτοῦ
ὕδατα
καὶ
ἔπιεν
καὶ
ἐπέστρεψεν
τὸ
πνεῦμα
αὐτοῦ
ἐν
αὐτῷ
καὶ
ἀνέψυξεν
διὰ
τοῦτο
ἐκλήθη
τὸ
ὄνομα
αὐτῆς
Πηγὴ
ἐπίκλητος
σιαγόνος
ἕως
τῆς
ἡμέρας
ταύτης
20
καὶ
ἔκρινεν
τὸν
Ισραηλ
ἐν
ἡμέραις
ἀλλοφύλων
ἔτη
εἴκοσι
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss