Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
2 Corinthians
9
Πρὸς Κορινθίους Βʹ
1
2
3
…
7
8
9
10
11
12
13
1
Περὶ
μὲν
γὰρ
τῆς
διακονίας
τῆς
εἰς
τοὺς
ἁγίους
περισσόν
μοί
ἐστιν
τὸ
γράφειν
ὑμῖν
2
οἶδα
γὰρ
τὴν
προθυμίαν
ὑμῶν
ἣν
ὑπὲρ
ὑμῶν
καυχῶμαι
Μακεδόσιν
ὅτι
Ἀχαΐα
παρεσκεύασται
ἀπὸ
πέρυσι
καὶ
τὸ
ὑμῶν
ζῆλος
ἠρέθισεν
τοὺς
πλείονας
3
Ἔπεμψα
δὲ
τοὺς
ἀδελφούς
ἵνα
μὴ
τὸ
καύχημα
ἡμῶν
τὸ
ὑπὲρ
ὑμῶν
κενωθῇ
ἐν
τῷ
μέρει
τούτῳ
ἵνα
καθὼς
ἔλεγον
παρεσκευασμένοι
ἦτε
4
μή
πως
ἐὰν
ἔλθωσιν
σὺν
ἐμοὶ
Μακεδόνες
καὶ
εὕρωσιν
ὑμᾶς
ἀπαρασκευάστους
καταισχυνθῶμεν
ἡμεῖς
ἵνα
μὴ
λέγωμεν
ὑμεῖς
ἐν
τῇ
ὑποστάσει
ταύτῃ
5
ἀναγκαῖον
οὖν
ἡγησάμην
παρακαλέσαι
τοὺς
ἀδελφοὺς
ἵνα
προέλθωσιν
εἰς
ὑμᾶς
καὶ
προκαταρτίσωσιν
τὴν
προεπηγγελμένην
εὐλογίαν
ὑμῶν
ταύτην
ἑτοίμην
εἶναι
οὕτως
ὡς
εὐλογίαν
καὶ
μὴ
ὡς
πλεονεξίαν
6
Τοῦτο
δέ
ὁ
σπείρων
φειδομένως
φειδομένως
καὶ
θερίσει
καὶ
ὁ
σπείρων
ἐπ᾽
εὐλογίαις
ἐπ᾽
εὐλογίαις
καὶ
θερίσει
7
ἕκαστος
καθὼς
προῄρηται
τῇ
καρδίᾳ
μὴ
ἐκ
λύπης
ἢ
ἐξ
ἀνάγκης
ἱλαρὸν
γὰρ
δότην
ἀγαπᾷ
ὁ
Θεός
8
δυνατεῖ
δὲ
ὁ
Θεὸς
πᾶσαν
χάριν
περισσεῦσαι
εἰς
ὑμᾶς
ἵνα
ἐν
παντὶ
πάντοτε
πᾶσαν
αὐτάρκειαν
ἔχοντες
περισσεύητε
εἰς
πᾶν
ἔργον
ἀγαθόν
9
καθὼς
γέγραπται
Ἐσκόρπισεν
ἔδωκεν
τοῖς
πένησιν
ἡ
δικαιοσύνη
αὐτοῦ
μένει
εἰς
τὸν
αἰῶνα
10
Ὁ
δὲ
ἐπιχορηγῶν
σπόρον
τῷ
σπείροντι
καὶ
ἄρτον
εἰς
βρῶσιν
χορηγήσει
καὶ
πληθυνεῖ
τὸν
σπόρον
ὑμῶν
καὶ
αὐξήσει
τὰ
γενήματα
τῆς
δικαιοσύνης
ὑμῶν
11
ἐν
παντὶ
πλουτιζόμενοι
εἰς
πᾶσαν
ἁπλότητα
ἥτις
κατεργάζεται
δι᾽
ἡμῶν
εὐχαριστίαν
τῷ
Θεῷ
12
ὅτι
ἡ
διακονία
τῆς
λειτουργίας
ταύτης
οὐ
μόνον
ἐστὶν
προσαναπληροῦσα
τὰ
ὑστερήματα
τῶν
ἁγίων
ἀλλὰ
καὶ
περισσεύουσα
διὰ
πολλῶν
εὐχαριστιῶν
τῷ
Θεῷ
13
διὰ
τῆς
δοκιμῆς
τῆς
διακονίας
ταύτης
δοξάζοντες
τὸν
Θεὸν
ἐπὶ
τῇ
ὑποταγῇ
τῆς
ὁμολογίας
ὑμῶν
εἰς
τὸ
εὐαγγέλιον
τοῦ
Χριστοῦ
καὶ
ἁπλότητι
τῆς
κοινωνίας
εἰς
αὐτοὺς
καὶ
εἰς
πάντας
14
καὶ
αὐτῶν
δεήσει
ὑπὲρ
ὑμῶν
ἐπιποθούντων
ὑμᾶς
διὰ
τὴν
ὑπερβάλλουσαν
χάριν
τοῦ
Θεοῦ
ἐφ᾽
ὑμῖν
15
Χάρις
τῷ
Θεῷ
ἐπὶ
τῇ
ἀνεκδιηγήτῳ
αὐτοῦ
δωρεᾷ
Critical Text
Textus Receptus
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
WeymouthNT
GreekLatinAudio.com
Marilyn Phemister
Microsoft Athina
Gloss