Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Matthew
3
Κατὰ Μαθθαῖον
1
2
3
4
5
…
26
27
28
1
Ἐν
δὲ
ταῖς
ἡμέραις
ἐκείναις
παραγίνεται
Ἰωάννης
ὁ
βαπτιστὴς
κηρύσσων
ἐν
τῇ
ἐρήμῳ
τῆς
Ἰουδαίας
2
καὶ
λέγων
Μετανοεῖτε
ἤγγικεν
γὰρ
ἡ
βασιλεία
τῶν
οὐρανῶν
3
οὗτος
γάρ
ἐστιν
ὁ
ῥηθεὶς
διὰ
Ἠσαΐου
τοῦ
προφήτου
λέγοντος
Φωνὴ
βοῶντος
ἐν
τῇ
ἐρήμῳ
Ἑτοιμάσατε
τὴν
ὁδὸν
Κυρίου
εὐθείας
ποιεῖτε
τὰς
τρίβους
αὐτοῦ
4
Αὐτὸς
δὲ
ὁ
Ἰωάννης
εἶχεν
τὸ
ἔνδυμα
αὐτοῦ
ἀπὸ
τριχῶν
καμήλου
καὶ
ζώνην
δερματίνην
περὶ
τὴν
ὀσφὺν
αὐτοῦ
ἡ
δὲ
τροφὴ
ἦν
αὐτοῦ
ἀκρίδες
καὶ
μέλι
ἄγριον
5
Τότε
ἐξεπορεύετο
πρὸς
αὐτὸν
Ἱεροσόλυμα
καὶ
πᾶσα
ἡ
Ἰουδαία
καὶ
πᾶσα
ἡ
περίχωρος
τοῦ
Ἰορδάνου
6
καὶ
ἐβαπτίζοντο
ἐν
τῷ
Ἰορδάνῃ
ποταμῷ
ὑπ᾽
αὐτοῦ
ἐξομολογούμενοι
τὰς
ἁμαρτίας
αὐτῶν
7
Ἰδὼν
δὲ
πολλοὺς
τῶν
Φαρισαίων
καὶ
Σαδδουκαίων
ἐρχομένους
ἐπὶ
τὸ
βάπτισμα
αὐτοῦ
εἶπεν
αὐτοῖς
Γεννήματα
ἐχιδνῶν
τίς
ὑπέδειξεν
ὑμῖν
φυγεῖν
ἀπὸ
τῆς
μελλούσης
ὀργῆς
8
ποιήσατε
οὖν
καρπὸν
ἄξιον
τῆς
μετανοίας
9
καὶ
μὴ
δόξητε
λέγειν
ἐν
ἑαυτοῖς
Πατέρα
ἔχομεν
τὸν
Ἀβραάμ
λέγω
γὰρ
ὑμῖν
ὅτι
δύναται
ὁ
Θεὸς
ἐκ
τῶν
λίθων
τούτων
ἐγεῖραι
τέκνα
τῷ
Ἀβραάμ
10
ἤδη
δὲ
ἡ
ἀξίνη
πρὸς
τὴν
ῥίζαν
τῶν
δένδρων
κεῖται
πᾶν
οὖν
δένδρον
μὴ
ποιοῦν
καρπὸν
καλὸν
ἐκκόπτεται
καὶ
εἰς
πῦρ
βάλλεται
11
Ἐγὼ
μὲν
ὑμᾶς
βαπτίζω
ἐν
ὕδατι
εἰς
μετάνοιαν
ὁ
δὲ
ὀπίσω
μου
ἐρχόμενος
ἰσχυρότερός
μού
ἐστιν
οὗ
οὐκ
εἰμὶ
ἱκανὸς
τὰ
ὑποδήματα
βαστάσαι
αὐτὸς
ὑμᾶς
βαπτίσει
ἐν
Πνεύματι
Ἁγίῳ
καὶ
πυρί
12
οὗ
τὸ
πτύον
ἐν
τῇ
χειρὶ
αὐτοῦ
καὶ
διακαθαριεῖ
τὴν
ἅλωνα
αὐτοῦ
καὶ
συνάξει
τὸν
σῖτον
αὐτοῦ
εἰς
τὴν
ἀποθήκην
τὸ
δὲ
ἄχυρον
κατακαύσει
πυρὶ
ἀσβέστῳ
13
Τότε
παραγίνεται
ὁ
Ἰησοῦς
ἀπὸ
τῆς
Γαλιλαίας
ἐπὶ
τὸν
Ἰορδάνην
πρὸς
τὸν
Ἰωάννην
τοῦ
βαπτισθῆναι
ὑπ᾽
αὐτοῦ
14
ὁ
δὲ
Ἰωάννης
διεκώλυεν
αὐτὸν
λέγων
Ἐγὼ
χρείαν
ἔχω
ὑπὸ
σοῦ
βαπτισθῆναι
καὶ
σὺ
ἔρχῃ
πρός
με
15
Ἀποκριθεὶς
δὲ
ὁ
Ἰησοῦς
εἶπεν
πρὸς
αὐτόν
Ἄφες
ἄρτι
οὕτως
γὰρ
πρέπον
ἐστὶν
ἡμῖν
πληρῶσαι
πᾶσαν
δικαιοσύνην
τότε
ἀφίησιν
αὐτόν
16
Βαπτισθεὶς
δὲ
ὁ
Ἰησοῦς
εὐθὺς
ἀνέβη
ἀπὸ
τοῦ
ὕδατος
καὶ
ἰδοὺ
ἠνεῴχθησαν
αὐτῷ
οἱ
οὐρανοί
καὶ
εἶδεν
τὸ
Πνεῦμα
τοῦ
Θεοῦ
καταβαῖνον
ὡσεὶ
περιστερὰν
καὶ
ἐρχόμενον
ἐπ᾽
αὐτόν
17
καὶ
ἰδοὺ
φωνὴ
ἐκ
τῶν
οὐρανῶν
λέγουσα
Οὗτός
ἐστιν
ὁ
Υἱός
μου
ὁ
ἀγαπητός
ἐν
ᾧ
εὐδόκησα
Critical Text
Textus Receptus
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
WeymouthNT
GreekLatinAudio.com
Marilyn Phemister
Microsoft Athina
Gloss