Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Numbers
25
Ἀριθμοί
1
2
3
…
23
24
25
26
27
…
34
35
36
1
καὶ
κατέλυσεν
Ισραηλ
ἐν
Σαττιν
καὶ
ἐβεβηλώθη
ὁ
λαὸς
ἐκπορνεῦσαι
εἰς
τὰς
θυγατέρας
Μωαβ
2
καὶ
ἐκάλεσαν
αὐτοὺς
ἐπὶ
ταῗς
θυσίαις
τῶν
εἰδώλων
αὐτῶν
καὶ
ἔφαγεν
ὁ
λαὸς
τῶν
θυσιῶν
αὐτῶν
καὶ
προσεκύνησαν
τοῗς
εἰδώλοις
αὐτῶν
3
καὶ
ἐτελέσθη
Ισραηλ
τῷ
Βεελφεγωρ
καὶ
ὠργίσθη
θυμῷ
κύριος
τῷ
Ισραηλ
4
καὶ
εἶπεν
κύριος
τῷ
Μωυσῇ
λαβὲ
πάντας
τοὺς
ἀρχηγοὺς
τοῦ
λαοῦ
καὶ
παραδειγμάτισον
αὐτοὺς
κυρίῳ
ἀπέναντι
τοῦ
ἡλίου
καὶ
ἀποστραφήσεται
ὀργὴ
θυμοῦ
κυρίου
ἀπὸ
Ισραηλ
5
καὶ
εἶπεν
Μωυσῆς
ταῗς
φυλαῗς
Ισραηλ
ἀποκτείνατε
ἕκαστος
τὸν
οἰκεῗον
αὐτοῦ
τὸν
τετελεσμένον
τῷ
Βεελφεγωρ
6
καὶ
ἰδοὺ
ἄνθρωπος
τῶν
υἱῶν
Ισραηλ
ἐλθὼν
προσήγαγεν
τὸν
ἀδελφὸν
αὐτοῦ
πρὸς
τὴν
Μαδιανῗτιν
ἐναντίον
Μωυσῆ
καὶ
ἔναντι
πάσης
συναγωγῆς
υἱῶν
Ισραηλ
αὐτοὶ
δὲ
ἔκλαιον
παρὰ
τὴν
θύραν
τῆς
σκηνῆς
τοῦ
μαρτυρίου
7
καὶ
ἰδὼν
Φινεες
υἱὸς
Ελεαζαρ
υἱοῦ
Ααρων
τοῦ
ἱερέως
ἐξανέστη
ἐκ
μέσου
τῆς
συναγωγῆς
καὶ
λαβὼν
σειρομάστην
ἐν
τῇ
χειρὶ
8
εἰσῆλθεν
ὀπίσω
τοῦ
ἀνθρώπου
τοῦ
Ισραηλίτου
εἰς
τὴν
κάμινον
καὶ
ἀπεκέντησεν
ἀμφοτέρους
τόν
τε
ἄνθρωπον
τὸν
Ισραηλίτην
καὶ
τὴν
γυναῗκα
διὰ
τῆς
μήτρας
αὐτῆς
καὶ
ἐπαύσατο
ἡ
πληγὴ
ἀπὸ
υἱῶν
Ισραηλ
9
καὶ
ἐγένοντο
οἱ
τεθνηκότες
ἐν
τῇ
πληγῇ
τέσσαρες
καὶ
εἴκοσι
χιλιάδες
10
καὶ
ἐλάλησεν
κύριος
πρὸς
Μωυσῆν
λέγων
11
Φινεες
υἱὸς
Ελεαζαρ
υἱοῦ
Ααρων
τοῦ
ἱερέως
κατέπαυσεν
τὸν
θυμόν
μου
ἀπὸ
υἱῶν
Ισραηλ
ἐν
τῷ
ζηλῶσαί
μου
τὸν
ζῆλον
ἐν
αὐτοῗς
καὶ
οὐκ
ἐξανήλωσα
τοὺς
υἱοὺς
Ισραηλ
ἐν
τῷ
ζήλῳ
μου
12
οὕτως
εἰπόν
ἰδοὺ
ἐγὼ
δίδωμι
αὐτῷ
διαθήκην
εἰρήνης
13
καὶ
ἔσται
αὐτῷ
καὶ
τῷ
σπέρματι
αὐτοῦ
μετ
αὐτὸν
διαθήκη
ἱερατείας
αἰωνία
ἀνθ
ὧν
ἐζήλωσεν
τῷ
θεῷ
αὐτοῦ
καὶ
ἐξιλάσατο
περὶ
τῶν
υἱῶν
Ισραηλ
14
τὸ
δὲ
ὄνομα
τοῦ
ἀνθρώπου
τοῦ
Ισραηλίτου
τοῦ
πεπληγότος
ὃς
ἐπλήγη
μετὰ
τῆς
Μαδιανίτιδος
Ζαμβρι
υἱὸς
Σαλω
ἄρχων
οἴκου
πατριᾶς
τῶν
Συμεων
15
καὶ
ὄνομα
τῇ
γυναικὶ
τῇ
Μαδιανίτιδι
τῇ
πεπληγυίᾳ
Χασβι
θυγάτηρ
Σουρ
ἄρχοντος
ἔθνους
Ομμωθ
οἴκου
πατριᾶς
ἐστιν
τῶν
Μαδιαν
16
καὶ
ἐλάλησεν
κύριος
πρὸς
Μωυσῆν
λέγων
λάλησον
τοῗς
υἱοῗς
Ισραηλ
λέγων
17
ἐχθραίνετε
τοῗς
Μαδιηναίοις
καὶ
πατάξατε
αὐτούς
18
ὅτι
ἐχθραίνουσιν
αὐτοὶ
ὑμῗν
ἐν
δολιότητι
ὅσα
δολιοῦσιν
ὑμᾶς
διὰ
Φογωρ
καὶ
διὰ
Χασβι
θυγατέρα
ἄρχοντος
Μαδιαν
ἀδελφὴν
αὐτῶν
τὴν
πεπληγυῗαν
ἐν
τῇ
ἡμέρᾳ
τῆς
πληγῆς
διὰ
Φογωρ
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss