Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Numbers
19
Ἀριθμοί
1
2
3
…
17
18
19
20
21
…
34
35
36
1
καὶ
ἐλάλησεν
κύριος
πρὸς
Μωυσῆν
καὶ
Ααρων
λέγων
2
αὕτη
ἡ
διαστολὴ
τοῦ
νόμου
ὅσα
συνέταξεν
κύριος
λέγων
λάλησον
τοῗς
υἱοῗς
Ισραηλ
καὶ
λαβέτωσαν
πρὸς
σὲ
δάμαλιν
πυρρὰν
ἄμωμον
ἥτις
οὐκ
ἔχει
ἐν
αὐτῇ
μῶμον
καὶ
ᾗ
οὐκ
ἐπεβλήθη
ἐπ
αὐτὴν
ζυγός
3
καὶ
δώσεις
αὐτὴν
πρὸς
Ελεαζαρ
τὸν
ἱερέα
καὶ
ἐξάξουσιν
αὐτὴν
ἔξω
τῆς
παρεμβολῆς
εἰς
τόπον
καθαρὸν
καὶ
σφάξουσιν
αὐτὴν
ἐνώπιον
αὐτοῦ
4
καὶ
λήμψεται
Ελεαζαρ
ἀπὸ
τοῦ
αἵματος
αὐτῆς
καὶ
ῥανεῗ
ἀπέναντι
τοῦ
προσώπου
τῆς
σκηνῆς
τοῦ
μαρτυρίου
ἀπὸ
τοῦ
αἵματος
αὐτῆς
ἑπτάκις
5
καὶ
κατακαύσουσιν
αὐτὴν
ἐναντίον
αὐτοῦ
καὶ
τὸ
δέρμα
καὶ
τὰ
κρέα
αὐτῆς
καὶ
τὸ
αἷμα
αὐτῆς
σὺν
τῇ
κόπρῳ
αὐτῆς
κατακαυθήσεται
6
καὶ
λήμψεται
ὁ
ἱερεὺς
ξύλον
κέδρινον
καὶ
ὕσσωπον
καὶ
κόκκινον
καὶ
ἐμβαλοῦσιν
εἰς
μέσον
τοῦ
κατακαύματος
τῆς
δαμάλεως
7
καὶ
πλυνεῗ
τὰ
ἱμάτια
αὐτοῦ
ὁ
ἱερεὺς
καὶ
λούσεται
τὸ
σῶμα
αὐτοῦ
ὕδατι
καὶ
μετὰ
ταῦτα
εἰσελεύσεται
εἰς
τὴν
παρεμβολήν
καὶ
ἀκάθαρτος
ἔσται
ὁ
ἱερεὺς
ἕως
ἑσπέρας
8
καὶ
ὁ
κατακαίων
αὐτὴν
πλυνεῗ
τὰ
ἱμάτια
αὐτοῦ
καὶ
λούσεται
τὸ
σῶμα
αὐτοῦ
καὶ
ἀκάθαρτος
ἔσται
ἕως
ἑσπέρας
9
καὶ
συνάξει
ἄνθρωπος
καθαρὸς
τὴν
σποδὸν
τῆς
δαμάλεως
καὶ
ἀποθήσει
ἔξω
τῆς
παρεμβολῆς
εἰς
τόπον
καθαρόν
καὶ
ἔσται
τῇ
συναγωγῇ
υἱῶν
Ισραηλ
εἰς
διατήρησιν
ὕδωρ
ῥαντισμοῦ
ἅγνισμά
ἐστιν
10
καὶ
πλυνεῗ
τὰ
ἱμάτια
ὁ
συνάγων
τὴν
σποδιὰν
τῆς
δαμάλεως
καὶ
ἀκάθαρτος
ἔσται
ἕως
ἑσπέρας
καὶ
ἔσται
τοῗς
υἱοῗς
Ισραηλ
καὶ
τοῗς
προσκειμένοις
προσηλύτοις
νόμιμον
αἰώνιον
11
ὁ
ἁπτόμενος
τοῦ
τεθνηκότος
πάσης
ψυχῆς
ἀνθρώπου
ἀκάθαρτος
ἔσται
ἑπτὰ
ἡμέρας
12
οὗτος
ἁγνισθήσεται
τῇ
ἡμέρᾳ
τῇ
τρίτῃ
καὶ
τῇ
ἡμέρᾳ
τῇ
ἑβδόμῃ
καὶ
καθαρὸς
ἔσται
ἐὰν
δὲ
μὴ
ἀφαγνισθῇ
τῇ
ἡμέρᾳ
τῇ
τρίτῃ
καὶ
τῇ
ἡμέρᾳ
τῇ
ἑβδόμῃ
οὐ
καθαρὸς
ἔσται
13
πᾶς
ὁ
ἁπτόμενος
τοῦ
τεθνηκότος
ἀπὸ
ψυχῆς
ἀνθρώπου
ἐὰν
ἀποθάνῃ
καὶ
μὴ
ἀφαγνισθῇ
τὴν
σκηνὴν
κυρίου
ἐμίανεν
ἐκτριβήσεται
ἡ
ψυχὴ
ἐκείνη
ἐξ
Ισραηλ
ὅτι
ὕδωρ
ῥαντισμοῦ
οὐ
περιερραντίσθη
ἐπ
αὐτόν
ἀκάθαρτός
ἐστιν
ἔτι
ἡ
ἀκαθαρσία
αὐτοῦ
ἐν
αὐτῷ
ἐστιν
14
καὶ
οὗτος
ὁ
νόμος
ἄνθρωπος
ἐὰν
ἀποθάνῃ
ἐν
οἰκίᾳ
πᾶς
ὁ
εἰσπορευόμενος
εἰς
τὴν
οἰκίαν
καὶ
ὅσα
ἐστὶν
ἐν
τῇ
οἰκίᾳ
ἀκάθαρτα
ἔσται
ἑπτὰ
ἡμέρας
15
καὶ
πᾶν
σκεῦος
ἀνεῳγμένον
ὅσα
οὐχὶ
δεσμὸν
καταδέδεται
ἐπ
αὐτῷ
ἀκάθαρτά
ἐστιν
16
καὶ
πᾶς
ὃς
ἐὰν
ἅψηται
ἐπὶ
προσώπου
τοῦ
πεδίου
τραυματίου
ἢ
νεκροῦ
ἢ
ὀστέου
ἀνθρωπίνου
ἢ
μνήματος
ἑπτὰ
ἡμέρας
ἀκάθαρτος
ἔσται
17
καὶ
λήμψονται
τῷ
ἀκαθάρτῳ
ἀπὸ
τῆς
σποδιᾶς
τῆς
κατακεκαυμένης
τοῦ
ἁγνισμοῦ
καὶ
ἐκχεοῦσιν
ἐπ
αὐτὴν
ὕδωρ
ζῶν
εἰς
σκεῦος
18
καὶ
λήμψεται
ὕσσωπον
καὶ
βάψει
εἰς
τὸ
ὕδωρ
ἀνὴρ
καθαρὸς
καὶ
περιρρανεῗ
ἐπὶ
τὸν
οἶκον
καὶ
ἐπὶ
τὰ
σκεύη
καὶ
ἐπὶ
τὰς
ψυχάς
ὅσαι
ἐὰν
ὦσιν
ἐκεῗ
καὶ
ἐπὶ
τὸν
ἡμμένον
τοῦ
ὀστέου
τοῦ
ἀνθρωπίνου
ἢ
τοῦ
τραυματίου
ἢ
τοῦ
τεθνηκότος
ἢ
τοῦ
μνήματος
19
καὶ
περιρρανεῗ
ὁ
καθαρὸς
ἐπὶ
τὸν
ἀκάθαρτον
ἐν
τῇ
ἡμέρᾳ
τῇ
τρίτῃ
καὶ
ἐν
τῇ
ἡμέρᾳ
τῇ
ἑβδόμῃ
καὶ
ἀφαγνισθήσεται
τῇ
ἡμέρᾳ
τῇ
ἑβδόμῃ
καὶ
πλυνεῗ
τὰ
ἱμάτια
αὐτοῦ
καὶ
λούσεται
ὕδατι
καὶ
ἀκάθαρτος
ἔσται
ἕως
ἑσπέρας
20
καὶ
ἄνθρωπος
ὃς
ἐὰν
μιανθῇ
καὶ
μὴ
ἀφαγνισθῇ
ἐξολεθρευθήσεται
ἡ
ψυχὴ
ἐκείνη
ἐκ
μέσου
τῆς
συναγωγῆς
ὅτι
τὰ
ἅγια
κυρίου
ἐμίανεν
ὅτι
ὕδωρ
ῥαντισμοῦ
οὐ
περιερραντίσθη
ἐπ
αὐτόν
ἀκάθαρτός
ἐστιν
21
καὶ
ἔσται
ὑμῗν
νόμιμον
αἰώνιον
καὶ
ὁ
περιρραίνων
ὕδωρ
ῥαντισμοῦ
πλυνεῗ
τὰ
ἱμάτια
αὐτοῦ
καὶ
ὁ
ἁπτόμενος
τοῦ
ὕδατος
τοῦ
ῥαντισμοῦ
ἀκάθαρτος
ἔσται
ἕως
ἑσπέρας
22
καὶ
παντός
οὗ
ἐὰν
ἅψηται
αὐτοῦ
ὁ
ἀκάθαρτος
ἀκάθαρτον
ἔσται
καὶ
ἡ
ψυχὴ
ἡ
ἁπτομένη
ἀκάθαρτος
ἔσται
ἕως
ἑσπέρας
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss