Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Malachi
3
Μαλαχίας
1
2
3
4
1
ἰδοὺ
ἐγὼ
ἐξαποστέλλω
τὸν
ἄγγελόν
μου
καὶ
ἐπιβλέψεται
ὁδὸν
πρὸ
προσώπου
μου
καὶ
ἐξαίφνης
ἥξει
εἰς
τὸν
ναὸν
ἑαυτοῦ
κύριος
ὃν
ὑμεῗς
ζητεῗτε
καὶ
ὁ
ἄγγελος
τῆς
διαθήκης
ὃν
ὑμεῗς
θέλετε
ἰδοὺ
ἔρχεται
λέγει
κύριος
παντοκράτωρ
2
καὶ
τίς
ὑπομενεῗ
ἡμέραν
εἰσόδου
αὐτοῦ
ἢ
τίς
ὑποστήσεται
ἐν
τῇ
ὀπτασίᾳ
αὐτοῦ
διότι
αὐτὸς
εἰσπορεύεται
ὡς
πῦρ
χωνευτηρίου
καὶ
ὡς
πόα
πλυνόντων
3
καὶ
καθιεῗται
χωνεύων
καὶ
καθαρίζων
ὡς
τὸ
ἀργύριον
καὶ
ὡς
τὸ
χρυσίον
καὶ
καθαρίσει
τοὺς
υἱοὺς
Λευι
καὶ
χεεῗ
αὐτοὺς
ὡς
τὸ
χρυσίον
καὶ
ὡς
τὸ
ἀργύριον
καὶ
ἔσονται
τῷ
κυρίῳ
προσάγοντες
θυσίαν
ἐν
δικαιοσύνῃ
4
καὶ
ἀρέσει
τῷ
κυρίῳ
θυσία
Ιουδα
καὶ
Ιερουσαλημ
καθὼς
αἱ
ἡμέραι
τοῦ
αἰῶνος
καὶ
καθὼς
τὰ
ἔτη
τὰ
ἔμπροσθεν
5
καὶ
προσάξω
πρὸς
ὑμᾶς
ἐν
κρίσει
καὶ
ἔσομαι
μάρτυς
ταχὺς
ἐπὶ
τὰς
φαρμακοὺς
καὶ
ἐπὶ
τὰς
μοιχαλίδας
καὶ
ἐπὶ
τοὺς
ὀμνύοντας
τῷ
ὀνόματί
μου
ἐπὶ
ψεύδει
καὶ
ἐπὶ
τοὺς
ἀποστεροῦντας
μισθὸν
μισθωτοῦ
καὶ
τοὺς
καταδυναστεύοντας
χήραν
καὶ
τοὺς
κονδυλίζοντας
ὀρφανοὺς
καὶ
τοὺς
ἐκκλίνοντας
κρίσιν
προσηλύτου
καὶ
τοὺς
μὴ
φοβουμένους
με
λέγει
κύριος
παντοκράτωρ
6
διότι
ἐγὼ
κύριος
ὁ
θεὸς
ὑμῶν
καὶ
οὐκ
ἠλλοίωμαι
καὶ
ὑμεῗς
υἱοὶ
Ιακωβ
οὐκ
ἀπέχεσθε
7
ἀπὸ
τῶν
ἀδικιῶν
τῶν
πατέρων
ὑμῶν
ἐξεκλίνατε
νόμιμά
μου
καὶ
οὐκ
ἐφυλάξασθε
ἐπιστρέψατε
πρός
με
καὶ
ἐπιστραφήσομαι
πρὸς
ὑμᾶς
λέγει
κύριος
παντοκράτωρ
καὶ
εἴπατε
ἐν
τίνι
ἐπιστρέψωμεν
8
εἰ
πτερνιεῗ
ἄνθρωπος
θεόν
διότι
ὑμεῗς
πτερνίζετέ
με
καὶ
ἐρεῗτε
ἐν
τίνι
ἐπτερνίκαμέν
σε
ὅτι
τὰ
ἐπιδέκατα
καὶ
αἱ
ἀπαρχαὶ
μεθ
ὑμῶν
εἰσιν
9
καὶ
ἀποβλέποντες
ὑμεῗς
ἀποβλέπετε
καὶ
ἐμὲ
ὑμεῗς
πτερνίζετε
τὸ
ἔθνος
συνετελέσθη
10
καὶ
εἰσηνέγκατε
πάντα
τὰ
ἐκφόρια
εἰς
τοὺς
θησαυρούς
καὶ
ἐν
τῷ
οἴκῳ
αὐτοῦ
ἔσται
ἡ
διαρπαγὴ
αὐτοῦ
ἐπισκέψασθε
δὴ
ἐν
τούτῳ
λέγει
κύριος
παντοκράτωρ
ἐὰν
μὴ
ἀνοίξω
ὑμῗν
τοὺς
καταρράκτας
τοῦ
οὐρανοῦ
καὶ
ἐκχεῶ
ὑμῗν
τὴν
εὐλογίαν
μου
ἕως
τοῦ
ἱκανωθῆναι
11
καὶ
διαστελῶ
ὑμῗν
εἰς
βρῶσιν
καὶ
οὐ
μὴ
διαφθείρω
ὑμῶν
τὸν
καρπὸν
τῆς
γῆς
καὶ
οὐ
μὴ
ἀσθενήσῃ
ὑμῶν
ἡ
ἄμπελος
ἡ
ἐν
τῷ
ἀγρῷ
λέγει
κύριος
παντοκράτωρ
12
καὶ
μακαριοῦσιν
ὑμᾶς
πάντα
τὰ
ἔθνη
διότι
ἔσεσθε
ὑμεῗς
γῆ
θελητή
λέγει
κύριος
παντοκράτωρ
13
ἐβαρύνατε
ἐπ
ἐμὲ
τοὺς
λόγους
ὑμῶν
λέγει
κύριος
καὶ
εἴπατε
ἐν
τίνι
κατελαλήσαμεν
κατὰ
σοῦ
14
εἴπατε
μάταιος
ὁ
δουλεύων
θεῷ
καὶ
τί
πλέον
ὅτι
ἐφυλάξαμεν
τὰ
φυλάγματα
αὐτοῦ
καὶ
διότι
ἐπορεύθημεν
ἱκέται
πρὸ
προσώπου
κυρίου
παντοκράτορος
15
καὶ
νῦν
ἡμεῗς
μακαρίζομεν
ἀλλοτρίους
καὶ
ἀνοικοδομοῦνται
πάντες
ποιοῦντες
ἄνομα
καὶ
ἀντέστησαν
θεῷ
καὶ
ἐσώθησαν
16
ταῦτα
κατελάλησαν
οἱ
φοβούμενοι
τὸν
κύριον
ἕκαστος
πρὸς
τὸν
πλησίον
αὐτοῦ
καὶ
προσέσχεν
κύριος
καὶ
εἰσήκουσεν
καὶ
ἔγραψεν
βιβλίον
μνημοσύνου
ἐνώπιον
αὐτοῦ
τοῗς
φοβουμένοις
τὸν
κύριον
καὶ
εὐλαβουμένοις
τὸ
ὄνομα
αὐτοῦ
17
καὶ
ἔσονταί
μοι
λέγει
κύριος
παντοκράτωρ
εἰς
ἡμέραν
ἣν
ἐγὼ
ποιῶ
εἰς
περιποίησιν
καὶ
αἱρετιῶ
αὐτοὺς
ὃν
τρόπον
αἱρετίζει
ἄνθρωπος
τὸν
υἱὸν
αὐτοῦ
τὸν
δουλεύοντα
αὐτῷ
18
καὶ
ἐπιστραφήσεσθε
καὶ
ὄψεσθε
ἀνὰ
μέσον
δικαίου
καὶ
ἀνὰ
μέσον
ἀνόμου
καὶ
ἀνὰ
μέσον
τοῦ
δουλεύοντος
θεῷ
καὶ
τοῦ
μὴ
δουλεύοντος
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss