Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Zephaniah
2
Σοφονίας
1
2
3
1
συνάχθητε
καὶ
συνδέθητε
τὸ
ἔθνος
τὸ
ἀπαίδευτον
2
πρὸ
τοῦ
γενέσθαι
ὑμᾶς
ὡς
ἄνθος
παραπορευόμενον
πρὸ
τοῦ
ἐπελθεῗν
ἐφ
ὑμᾶς
ὀργὴν
κυρίου
πρὸ
τοῦ
ἐπελθεῗν
ἐφ
ὑμᾶς
ἡμέραν
θυμοῦ
κυρίου
3
ζητήσατε
τὸν
κύριον
πάντες
ταπεινοὶ
γῆς
κρίμα
ἐργάζεσθε
καὶ
δικαιοσύνην
ζητήσατε
καὶ
ἀποκρίνεσθε
αὐτά
ὅπως
σκεπασθῆτε
ἐν
ἡμέρᾳ
ὀργῆς
κυρίου
4
διότι
Γάζα
διηρπασμένη
ἔσται
καὶ
Ἀσκαλὼν
ἔσται
εἰς
ἀφανισμόν
καὶ
Ἄζωτος
μεσημβρίας
ἐκριφήσεται
καὶ
Ακκαρων
ἐκριζωθήσεται
5
οὐαὶ
οἱ
κατοικοῦντες
τὸ
σχοίνισμα
τῆς
θαλάσσης
πάροικοι
Κρητῶν
λόγος
κυρίου
ἐφ
ὑμᾶς
Χανααν
γῆ
ἀλλοφύλων
καὶ
ἀπολῶ
ὑμᾶς
ἐκ
κατοικίας
6
καὶ
ἔσται
Κρήτη
νομὴ
ποιμνίων
καὶ
μάνδρα
προβάτων
7
καὶ
ἔσται
τὸ
σχοίνισμα
τῆς
θαλάσσης
τοῗς
καταλοίποις
οἴκου
Ιουδα
ἐπ
αὐτοὺς
νεμήσονται
ἐν
τοῗς
οἴκοις
Ἀσκαλῶνος
δείλης
καταλύσουσιν
ἀπὸ
προσώπου
υἱῶν
Ιουδα
ὅτι
ἐπέσκεπται
αὐτοὺς
κύριος
ὁ
θεὸς
αὐτῶν
καὶ
ἀπέστρεψε
τὴν
αἰχμαλωσίαν
αὐτῶν
8
ἤκουσα
ὀνειδισμοὺς
Μωαβ
καὶ
κονδυλισμοὺς
υἱῶν
Αμμων
ἐν
οἷς
ὠνείδιζον
τὸν
λαόν
μου
καὶ
ἐμεγαλύνοντο
ἐπὶ
τὰ
ὅριά
μου
9
διὰ
τοῦτο
ζῶ
ἐγώ
λέγει
κύριος
τῶν
δυνάμεων
ὁ
θεὸς
Ισραηλ
διότι
Μωαβ
ὡς
Σοδομα
ἔσται
καὶ
οἱ
υἱοὶ
Αμμων
ὡς
Γομορρα
καὶ
Δαμασκὸς
ἐκλελειμμένη
ὡς
θιμωνιὰ
ἅλωνος
καὶ
ἠφανισμένη
εἰς
τὸν
αἰῶνα
καὶ
οἱ
κατάλοιποι
λαοῦ
μου
διαρπῶνται
αὐτούς
καὶ
οἱ
κατάλοιποι
ἔθνους
μου
κληρονομήσουσιν
αὐτούς
10
αὕτη
αὐτοῗς
ἀντὶ
τῆς
ὕβρεως
αὐτῶν
διότι
ὠνείδισαν
καὶ
ἐμεγαλύνθησαν
ἐπὶ
τὸν
κύριον
τὸν
παντοκράτορα
11
ἐπιφανήσεται
κύριος
ἐπ
αὐτοὺς
καὶ
ἐξολεθρεύσει
πάντας
τοὺς
θεοὺς
τῶν
ἐθνῶν
τῆς
γῆς
καὶ
προσκυνήσουσιν
αὐτῷ
ἕκαστος
ἐκ
τοῦ
τόπου
αὐτοῦ
πᾶσαι
αἱ
νῆσοι
τῶν
ἐθνῶν
12
καὶ
ὑμεῗς
Αἰθίοπες
τραυματίαι
ῥομφαίας
μού
ἐστε
13
καὶ
ἐκτενεῗ
τὴν
χεῗρα
αὐτοῦ
ἐπὶ
βορρᾶν
καὶ
ἀπολεῗ
τὸν
Ἀσσύριον
καὶ
θήσει
τὴν
Νινευη
εἰς
ἀφανισμὸν
ἄνυδρον
ὡς
ἔρημον
14
καὶ
νεμήσονται
ἐν
μέσῳ
αὐτῆς
ποίμνια
καὶ
πάντα
τὰ
θηρία
τῆς
γῆς
καὶ
χαμαιλέοντες
καὶ
ἐχῗνοι
ἐν
τοῗς
φατνώμασιν
αὐτῆς
κοιτασθήσονται
καὶ
θηρία
φωνήσει
ἐν
τοῗς
διορύγμασιν
αὐτῆς
κόρακες
ἐν
τοῗς
πυλῶσιν
αὐτῆς
διότι
κέδρος
τὸ
ἀνάστημα
αὐτῆς
15
αὕτη
ἡ
πόλις
ἡ
φαυλίστρια
ἡ
κατοικοῦσα
ἐπ
ἐλπίδι
ἡ
λέγουσα
ἐν
καρδίᾳ
αὐτῆς
ἐγώ
εἰμι
καὶ
οὐκ
ἔστιν
μετ
ἐμὲ
ἔτι
πῶς
ἐγενήθη
εἰς
ἀφανισμόν
νομὴ
θηρίων
πᾶς
ὁ
διαπορευόμενος
δι
αὐτῆς
συριεῗ
καὶ
κινήσει
τὰς
χεῗρας
αὐτοῦ
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss