Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Habakkuk
1
Ἀμβακούμ
1
2
3
1
τὸ
λῆμμα
ὃ
εἶδεν
Αμβακουμ
ὁ
προφήτης
2
ἕως
τίνος
κύριε
κεκράξομαι
καὶ
οὐ
μὴ
εἰσακούσῃς
βοήσομαι
πρὸς
σὲ
ἀδικούμενος
καὶ
οὐ
σώσεις
3
ἵνα
τί
μοι
ἔδειξας
κόπους
καὶ
πόνους
ἐπιβλέπειν
ταλαιπωρίαν
καὶ
ἀσέβειαν
ἐξ
ἐναντίας
μου
γέγονεν
κρίσις
καὶ
ὁ
κριτὴς
λαμβάνει
4
διὰ
τοῦτο
διεσκέδασται
νόμος
καὶ
οὐ
διεξάγεται
εἰς
τέλος
κρίμα
ὅτι
ὁ
ἀσεβὴς
καταδυναστεύει
τὸν
δίκαιον
ἕνεκεν
τούτου
ἐξελεύσεται
τὸ
κρίμα
διεστραμμένον
5
ἴδετε
οἱ
καταφρονηταί
καὶ
ἐπιβλέψατε
καὶ
θαυμάσατε
θαυμάσια
καὶ
ἀφανίσθητε
διότι
ἔργον
ἐγὼ
ἐργάζομαι
ἐν
ταῗς
ἡμέραις
ὑμῶν
ὃ
οὐ
μὴ
πιστεύσητε
ἐάν
τις
ἐκδιηγῆται
6
διότι
ἰδοὺ
ἐγὼ
ἐξεγείρω
ἐφ
ὑμᾶς
τοὺς
Χαλδαίους
τοὺς
μαχητάς
τὸ
ἔθνος
τὸ
πικρὸν
καὶ
τὸ
ταχινὸν
τὸ
πορευόμενον
ἐπὶ
τὰ
πλάτη
τῆς
γῆς
τοῦ
κατακληρονομῆσαι
σκηνώματα
οὐκ
αὐτοῦ
7
φοβερὸς
καὶ
ἐπιφανής
ἐστιν
ἐξ
αὐτοῦ
τὸ
κρίμα
αὐτοῦ
ἔσται
καὶ
τὸ
λῆμμα
αὐτοῦ
ἐξ
αὐτοῦ
ἐξελεύσεται
8
καὶ
ἐξαλοῦνται
ὑπὲρ
παρδάλεις
οἱ
ἵπποι
αὐτοῦ
καὶ
ὀξύτεροι
ὑπὲρ
τοὺς
λύκους
τῆς
Ἀραβίας
καὶ
ἐξιππάσονται
οἱ
ἱππεῗς
αὐτοῦ
καὶ
ὁρμήσουσιν
μακρόθεν
καὶ
πετασθήσονται
ὡς
ἀετὸς
πρόθυμος
εἰς
τὸ
φαγεῗν
9
συντέλεια
εἰς
ἀσεβεῗς
ἥξει
ἀνθεστηκότας
προσώποις
αὐτῶν
ἐξ
ἐναντίας
καὶ
συνάξει
ὡς
ἄμμον
αἰχμαλωσίαν
10
καὶ
αὐτὸς
ἐν
βασιλεῦσιν
ἐντρυφήσει
καὶ
τύραννοι
παίγνια
αὐτοῦ
καὶ
αὐτὸς
εἰς
πᾶν
ὀχύρωμα
ἐμπαίξεται
καὶ
βαλεῗ
χῶμα
καὶ
κρατήσει
αὐτοῦ
11
τότε
μεταβαλεῗ
τὸ
πνεῦμα
καὶ
διελεύσεται
καὶ
ἐξιλάσεται
αὕτη
ἡ
ἰσχὺς
τῷ
θεῷ
μου
12
οὐχὶ
σὺ
ἀπ
ἀρχῆς
κύριε
ὁ
θεὸς
ὁ
ἅγιός
μου
καὶ
οὐ
μὴ
ἀποθάνωμεν
κύριε
εἰς
κρίμα
τέταχας
αὐτόν
καὶ
ἔπλασέν
με
τοῦ
ἐλέγχειν
παιδείαν
αὐτοῦ
13
καθαρὸς
ὀφθαλμὸς
τοῦ
μὴ
ὁρᾶν
πονηρά
καὶ
ἐπιβλέπειν
ἐπὶ
πόνους
οὐ
δυνήσῃ
ἵνα
τί
ἐπιβλέπεις
ἐπὶ
καταφρονοῦντας
παρασιωπήσῃ
ἐν
τῷ
καταπίνειν
ἀσεβῆ
τὸν
δίκαιον
14
καὶ
ποιήσεις
τοὺς
ἀνθρώπους
ὡς
τοὺς
ἰχθύας
τῆς
θαλάσσης
καὶ
ὡς
τὰ
ἑρπετὰ
τὰ
οὐκ
ἔχοντα
ἡγούμενον
15
συντέλειαν
ἐν
ἀγκίστρῳ
ἀνέσπασεν
καὶ
εἵλκυσεν
αὐτὸν
ἐν
ἀμφιβλήστρῳ
καὶ
συνήγαγεν
αὐτὸν
ἐν
ταῗς
σαγήναις
αὐτοῦ
ἕνεκεν
τούτου
εὐφρανθήσεται
καὶ
χαρήσεται
ἡ
καρδία
αὐτοῦ
16
ἕνεκεν
τούτου
θύσει
τῇ
σαγήνῃ
αὐτοῦ
καὶ
θυμιάσει
τῷ
ἀμφιβλήστρῳ
αὐτοῦ
ὅτι
ἐν
αὐτοῗς
ἐλίπανεν
μερίδα
αὐτοῦ
καὶ
τὰ
βρώματα
αὐτοῦ
ἐκλεκτά
17
διὰ
τοῦτο
ἀμφιβαλεῗ
τὸ
ἀμφίβληστρον
αὐτοῦ
καὶ
διὰ
παντὸς
ἀποκτέννειν
ἔθνη
οὐ
φείσεται
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss