Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Leviticus
19
Λευϊτικόν
1
2
3
…
17
18
19
20
21
…
25
26
27
1
καὶ
ἐλάλησεν
κύριος
πρὸς
Μωυσῆν
λέγων
2
λάλησον
τῇ
συναγωγῇ
τῶν
υἱῶν
Ισραηλ
καὶ
ἐρεῗς
πρὸς
αὐτούς
ἅγιοι
ἔσεσθε
ὅτι
ἐγὼ
ἅγιος
κύριος
ὁ
θεὸς
ὑμῶν
3
ἕκαστος
πατέρα
αὐτοῦ
καὶ
μητέρα
αὐτοῦ
φοβείσθω
καὶ
τὰ
σάββατά
μου
φυλάξεσθε
ἐγὼ
κύριος
ὁ
θεὸς
ὑμῶν
4
οὐκ
ἐπακολουθήσετε
εἰδώλοις
καὶ
θεοὺς
χωνευτοὺς
οὐ
ποιήσετε
ὑμῗν
ἐγὼ
κύριος
ὁ
θεὸς
ὑμῶν
5
καὶ
ἐὰν
θύσητε
θυσίαν
σωτηρίου
τῷ
κυρίῳ
δεκτὴν
ὑμῶν
θύσετε
6
ᾗ
ἂν
ἡμέρᾳ
θύσητε
βρωθήσεται
καὶ
τῇ
αὔριον
καὶ
ἐὰν
καταλειφθῇ
ἕως
ἡμέρας
τρίτης
ἐν
πυρὶ
κατακαυθήσεται
7
ἐὰν
δὲ
βρώσει
βρωθῇ
τῇ
ἡμέρᾳ
τῇ
τρίτῃ
ἄθυτόν
ἐστιν
οὐ
δεχθήσεται
8
ὁ
δὲ
ἔσθων
αὐτὸ
ἁμαρτίαν
λήμψεται
ὅτι
τὰ
ἅγια
κυρίου
ἐβεβήλωσεν
καὶ
ἐξολεθρευθήσονται
αἱ
ψυχαὶ
αἱ
ἔσθουσαι
ἐκ
τοῦ
λαοῦ
αὐτῶν
9
καὶ
ἐκθεριζόντων
ὑμῶν
τὸν
θερισμὸν
τῆς
γῆς
ὑμῶν
οὐ
συντελέσετε
τὸν
θερισμὸν
ὑμῶν
τοῦ
ἀγροῦ
ἐκθερίσαι
καὶ
τὰ
ἀποπίπτοντα
τοῦ
θερισμοῦ
σου
οὐ
συλλέξεις
10
καὶ
τὸν
ἀμπελῶνά
σου
οὐκ
ἐπανατρυγήσεις
οὐδὲ
τοὺς
ῥῶγας
τοῦ
ἀμπελῶνός
σου
συλλέξεις
τῷ
πτωχῷ
καὶ
τῷ
προσηλύτῳ
καταλείψεις
αὐτά
ἐγώ
εἰμι
κύριος
ὁ
θεὸς
ὑμῶν
11
οὐ
κλέψετε
οὐ
ψεύσεσθε
οὐ
συκοφαντήσει
ἕκαστος
τὸν
πλησίον
12
καὶ
οὐκ
ὀμεῗσθε
τῷ
ὀνόματί
μου
ἐπ
ἀδίκῳ
καὶ
οὐ
βεβηλώσετε
τὸ
ὄνομα
τοῦ
θεοῦ
ὑμῶν
ἐγώ
εἰμι
κύριος
ὁ
θεὸς
ὑμῶν
13
οὐκ
ἀδικήσεις
τὸν
πλησίον
καὶ
οὐχ
ἁρπάσεις
καὶ
οὐ
μὴ
κοιμηθήσεται
ὁ
μισθὸς
τοῦ
μισθωτοῦ
παρὰ
σοὶ
ἕως
πρωί
14
οὐ
κακῶς
ἐρεῗς
κωφὸν
καὶ
ἀπέναντι
τυφλοῦ
οὐ
προσθήσεις
σκάνδαλον
καὶ
φοβηθήσῃ
κύριον
τὸν
θεόν
σου
ἐγώ
εἰμι
κύριος
ὁ
θεὸς
ὑμῶν
15
οὐ
ποιήσετε
ἄδικον
ἐν
κρίσει
οὐ
λήμψῃ
πρόσωπον
πτωχοῦ
οὐδὲ
θαυμάσεις
πρόσωπον
δυνάστου
ἐν
δικαιοσύνῃ
κρινεῗς
τὸν
πλησίον
σου
16
οὐ
πορεύσῃ
δόλῳ
ἐν
τῷ
ἔθνει
σου
οὐκ
ἐπισυστήσῃ
ἐφ
αἷμα
τοῦ
πλησίον
σου
ἐγώ
εἰμι
κύριος
ὁ
θεὸς
ὑμῶν
17
οὐ
μισήσεις
τὸν
ἀδελφόν
σου
τῇ
διανοίᾳ
σου
ἐλεγμῷ
ἐλέγξεις
τὸν
πλησίον
σου
καὶ
οὐ
λήμψῃ
δι
αὐτὸν
ἁμαρτίαν
18
καὶ
οὐκ
ἐκδικᾶταί
σου
ἡ
χείρ
καὶ
οὐ
μηνιεῗς
τοῗς
υἱοῗς
τοῦ
λαοῦ
σου
καὶ
ἀγαπήσεις
τὸν
πλησίον
σου
ὡς
σεαυτόν
ἐγώ
εἰμι
κύριος
19
τὸν
νόμον
μου
φυλάξεσθε
τὰ
κτήνη
σου
οὐ
κατοχεύσεις
ἑτεροζύγῳ
καὶ
τὸν
ἀμπελῶνά
σου
οὐ
κατασπερεῗς
διάφορον
καὶ
ἱμάτιον
ἐκ
δύο
ὑφασμένον
κίβδηλον
οὐκ
ἐπιβαλεῗς
σεαυτῷ
20
καὶ
ἐάν
τις
κοιμηθῇ
μετὰ
γυναικὸς
κοίτην
σπέρματος
καὶ
αὐτὴ
οἰκέτις
διαπεφυλαγμένη
ἀνθρώπῳ
καὶ
αὐτὴ
λύτροις
οὐ
λελύτρωται
ἢ
ἐλευθερία
οὐκ
ἐδόθη
αὐτῇ
ἐπισκοπὴ
ἔσται
αὐτοῗς
οὐκ
ἀποθανοῦνται
ὅτι
οὐκ
ἀπηλευθερώθη
21
καὶ
προσάξει
τῆς
πλημμελείας
αὐτοῦ
τῷ
κυρίῳ
παρὰ
τὴν
θύραν
τῆς
σκηνῆς
τοῦ
μαρτυρίου
κριὸν
πλημμελείας
22
καὶ
ἐξιλάσεται
περὶ
αὐτοῦ
ὁ
ἱερεὺς
ἐν
τῷ
κριῷ
τῆς
πλημμελείας
ἔναντι
κυρίου
περὶ
τῆς
ἁμαρτίας
ἧς
ἥμαρτεν
καὶ
ἀφεθήσεται
αὐτῷ
ἡ
ἁμαρτία
ἣν
ἥμαρτεν
23
ὅταν
δὲ
εἰσέλθητε
εἰς
τὴν
γῆν
ἣν
κύριος
ὁ
θεὸς
ὑμῶν
δίδωσιν
ὑμῗν
καὶ
καταφυτεύσετε
πᾶν
ξύλον
βρώσιμον
καὶ
περικαθαριεῗτε
τὴν
ἀκαθαρσίαν
αὐτοῦ
ὁ
καρπὸς
αὐτοῦ
τρία
ἔτη
ἔσται
ὑμῗν
ἀπερικάθαρτος
οὐ
βρωθήσεται
24
καὶ
τῷ
ἔτει
τῷ
τετάρτῳ
ἔσται
πᾶς
ὁ
καρπὸς
αὐτοῦ
ἅγιος
αἰνετὸς
τῷ
κυρίῳ
25
ἐν
δὲ
τῷ
ἔτει
τῷ
πέμπτῳ
φάγεσθε
τὸν
καρπόν
πρόσθεμα
ὑμῗν
τὰ
γενήματα
αὐτοῦ
ἐγώ
εἰμι
κύριος
ὁ
θεὸς
ὑμῶν
26
μὴ
ἔσθετε
ἐπὶ
τῶν
ὀρέων
καὶ
οὐκ
οἰωνιεῗσθε
οὐδὲ
ὀρνιθοσκοπήσεσθε
27
οὐ
ποιήσετε
σισόην
ἐκ
τῆς
κόμης
τῆς
κεφαλῆς
ὑμῶν
οὐδὲ
φθερεῗτε
τὴν
ὄψιν
τοῦ
πώγωνος
ὑμῶν
28
καὶ
ἐντομίδας
ἐπὶ
ψυχῇ
οὐ
ποιήσετε
ἐν
τῷ
σώματι
ὑμῶν
καὶ
γράμματα
στικτὰ
οὐ
ποιήσετε
ἐν
ὑμῗν
ἐγώ
εἰμι
κύριος
ὁ
θεὸς
ὑμῶν
29
οὐ
βεβηλώσεις
τὴν
θυγατέρα
σου
ἐκπορνεῦσαι
αὐτήν
καὶ
οὐκ
ἐκπορνεύσει
ἡ
γῆ
καὶ
ἡ
γῆ
πλησθήσεται
ἀνομίας
30
τὰ
σάββατά
μου
φυλάξεσθε
καὶ
ἀπὸ
τῶν
ἁγίων
μου
φοβηθήσεσθε
ἐγώ
εἰμι
κύριος
31
οὐκ
ἐπακολουθήσετε
ἐγγαστριμύθοις
καὶ
τοῗς
ἐπαοιδοῗς
οὐ
προσκολληθήσεσθε
ἐκμιανθῆναι
ἐν
αὐτοῗς
ἐγώ
εἰμι
κύριος
ὁ
θεὸς
ὑμῶν
32
ἀπὸ
προσώπου
πολιοῦ
ἐξαναστήσῃ
καὶ
τιμήσεις
πρόσωπον
πρεσβυτέρου
καὶ
φοβηθήσῃ
τὸν
θεόν
σου
ἐγώ
εἰμι
κύριος
ὁ
θεὸς
ὑμῶν
33
ἐὰν
δέ
τις
προσέλθῃ
προσήλυτος
ὑμῗν
ἐν
τῇ
γῇ
ὑμῶν
οὐ
θλίψετε
αὐτόν
34
ὡς
ὁ
αὐτόχθων
ἐν
ὑμῗν
ἔσται
ὁ
προσήλυτος
ὁ
προσπορευόμενος
πρὸς
ὑμᾶς
καὶ
ἀγαπήσεις
αὐτὸν
ὡς
σεαυτόν
ὅτι
προσήλυτοι
ἐγενήθητε
ἐν
γῇ
Αἰγύπτῳ
ἐγώ
εἰμι
κύριος
ὁ
θεὸς
ὑμῶν
35
οὐ
ποιήσετε
ἄδικον
ἐν
κρίσει
ἐν
μέτροις
καὶ
ἐν
σταθμίοις
καὶ
ἐν
ζυγοῗς
36
ζυγὰ
δίκαια
καὶ
στάθμια
δίκαια
καὶ
χοῦς
δίκαιος
ἔσται
ὑμῗν
ἐγώ
εἰμι
κύριος
ὁ
θεὸς
ὑμῶν
ὁ
ἐξαγαγὼν
ὑμᾶς
ἐκ
γῆς
Αἰγύπτου
37
καὶ
φυλάξεσθε
πάντα
τὸν
νόμον
μου
καὶ
πάντα
τὰ
προστάγματά
μου
καὶ
ποιήσετε
αὐτά
ἐγώ
εἰμι
κύριος
ὁ
θεὸς
ὑμῶν
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss