Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Hosea
9
Ὡσηέ
1
2
3
…
7
8
9
10
11
12
13
14
1
μὴ
χαῗρε
Ισραηλ
μηδὲ
εὐφραίνου
καθὼς
οἱ
λαοί
διότι
ἐπόρνευσας
ἀπὸ
τοῦ
θεοῦ
σου
ἠγάπησας
δόματα
ἐπὶ
πάντα
ἅλωνα
σίτου
2
ἅλων
καὶ
ληνὸς
οὐκ
ἔγνω
αὐτούς
καὶ
ὁ
οἶνος
ἐψεύσατο
αὐτούς
3
οὐ
κατῴκησαν
ἐν
τῇ
γῇ
τοῦ
κυρίου
κατῴκησεν
Εφραιμ
εἰς
Αἴγυπτον
καὶ
ἐν
Ἀσσυρίοις
ἀκάθαρτα
φάγονται
4
οὐκ
ἔσπεισαν
τῷ
κυρίῳ
οἶνον
καὶ
οὐχ
ἥδυναν
αὐτῷ
αἱ
θυσίαι
αὐτῶν
ὡς
ἄρτος
πένθους
αὐτοῗς
πάντες
οἱ
ἔσθοντες
αὐτὰ
μιανθήσονται
διότι
οἱ
ἄρτοι
αὐτῶν
ταῗς
ψυχαῗς
αὐτῶν
οὐκ
εἰσελεύσονται
εἰς
τὸν
οἶκον
κυρίου
5
τί
ποιήσετε
ἐν
ἡμέρᾳ
πανηγύρεως
καὶ
ἐν
ἡμέρᾳ
ἑορτῆς
τοῦ
κυρίου
6
διὰ
τοῦτο
ἰδοὺ
πορεύσονται
ἐκ
ταλαιπωρίας
Αἰγύπτου
καὶ
ἐκδέξεται
αὐτοὺς
Μέμφις
καὶ
θάψει
αὐτοὺς
Μαχμας
τὸ
ἀργύριον
αὐτῶν
ὄλεθρος
κληρονομήσει
ἄκανθαι
ἐν
τοῗς
σκηνώμασιν
αὐτῶν
7
ἥκασιν
αἱ
ἡμέραι
τῆς
ἐκδικήσεως
ἥκασιν
αἱ
ἡμέραι
τῆς
ἀνταποδόσεώς
σου
καὶ
κακωθήσεται
Ισραηλ
ὥσπερ
ὁ
προφήτης
ὁ
παρεξεστηκώς
ἄνθρωπος
ὁ
πνευματοφόρος
ὑπὸ
τοῦ
πλήθους
τῶν
ἀδικιῶν
σου
ἐπληθύνθη
μανία
σου
8
σκοπὸς
Εφραιμ
μετὰ
θεοῦ
προφήτης
παγὶς
σκολιὰ
ἐπὶ
πάσας
τὰς
ὁδοὺς
αὐτοῦ
μανίαν
ἐν
οἴκῳ
κυρίου
κατέπηξαν
9
ἐφθάρησαν
κατὰ
τὰς
ἡμέρας
τοῦ
βουνοῦ
μνησθήσεται
ἀδικίας
αὐτοῦ
ἐκδικήσει
ἁμαρτίας
αὐτοῦ
10
ὡς
σταφυλὴν
ἐν
ἐρήμῳ
εὗρον
τὸν
Ισραηλ
καὶ
ὡς
σκοπὸν
ἐν
συκῇ
πρόιμον
εἶδον
πατέρας
αὐτῶν
αὐτοὶ
εἰσῆλθον
πρὸς
τὸν
Βεελφεγωρ
καὶ
ἀπηλλοτριώθησαν
εἰς
αἰσχύνην
καὶ
ἐγένοντο
οἱ
ἠγαπημένοι
ὡς
οἱ
ἐβδελυγμένοι
11
Εφραιμ
ὡς
ὄρνεον
ἐξεπετάσθη
αἱ
δόξαι
αὐτῶν
ἐκ
τόκων
καὶ
ὠδίνων
καὶ
συλλήμψεων
12
διότι
καὶ
ἐὰν
ἐκθρέψωσιν
τὰ
τέκνα
αὐτῶν
ἀτεκνωθήσονται
ἐξ
ἀνθρώπων
διότι
καὶ
οὐαὶ
αὐτοῗς
ἐστιν
σάρξ
μου
ἐξ
αὐτῶν
13
Εφραιμ
ὃν
τρόπον
εἶδον
εἰς
θήραν
παρέστησαν
τὰ
τέκνα
αὐτῶν
καὶ
Εφραιμ
τοῦ
ἐξαγαγεῗν
εἰς
ἀποκέντησιν
τὰ
τέκνα
αὐτοῦ
14
δὸς
αὐτοῗς
κύριε
τί
δώσεις
αὐτοῗς
δὸς
αὐτοῗς
μήτραν
ἀτεκνοῦσαν
καὶ
μαστοὺς
ξηρούς
15
πᾶσαι
αἱ
κακίαι
αὐτῶν
εἰς
Γαλγαλ
ὅτι
ἐκεῗ
αὐτοὺς
ἐμίσησα
διὰ
τὰς
κακίας
τῶν
ἐπιτηδευμάτων
αὐτῶν
ἐκ
τοῦ
οἴκου
μου
ἐκβαλῶ
αὐτούς
οὐ
μὴ
προσθήσω
τοῦ
ἀγαπῆσαι
αὐτούς
πάντες
οἱ
ἄρχοντες
αὐτῶν
ἀπειθοῦντες
16
ἐπόνεσεν
Εφραιμ
τὰς
ῥίζας
αὐτοῦ
ἐξηράνθη
καρπὸν
οὐκέτι
μὴ
ἐνέγκῃ
διότι
καὶ
ἐὰν
γεννήσωσιν
ἀποκτενῶ
τὰ
ἐπιθυμήματα
κοιλίας
αὐτῶν
17
ἀπώσεται
αὐτοὺς
ὁ
θεός
ὅτι
οὐκ
εἰσήκουσαν
αὐτοῦ
καὶ
ἔσονται
πλανῆται
ἐν
τοῗς
ἔθνεσιν
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss