Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Ezekiel
21
Ἰεζεκιήλ
1
2
3
…
19
20
21
22
23
…
46
47
48
1
καὶ
ἐγένετο
λόγος
κυρίου
πρός
με
λέγων
2
διὰ
τοῦτο
προφήτευσον
υἱὲ
ἀνθρώπου
καὶ
στήρισον
τὸ
πρόσωπόν
σου
ἐπὶ
Ιερουσαλημ
καὶ
ἐπίβλεψον
ἐπὶ
τὰ
ἅγια
αὐτῶν
καὶ
προφητεύσεις
ἐπὶ
τὴν
γῆν
τοῦ
Ισραηλ
3
καὶ
ἐρεῗς
πρὸς
τὴν
γῆν
τοῦ
Ισραηλ
ἰδοὺ
ἐγὼ
πρὸς
σὲ
καὶ
ἐκσπάσω
τὸ
ἐγχειρίδιόν
μου
ἐκ
τοῦ
κολεοῦ
αὐτοῦ
καὶ
ἐξολεθρεύσω
ἐκ
σοῦ
ἄδικον
καὶ
ἄνομον
4
ἀνθ
ὧν
ἐξολεθρεύσω
ἐκ
σοῦ
ἄδικον
καὶ
ἄνομον
οὕτως
ἐξελεύσεται
τὸ
ἐγχειρίδιόν
μου
ἐκ
τοῦ
κολεοῦ
αὐτοῦ
ἐπὶ
πᾶσαν
σάρκα
ἀπὸ
ἀπηλιώτου
ἕως
βορρᾶ
5
καὶ
ἐπιγνώσεται
πᾶσα
σὰρξ
διότι
ἐγὼ
κύριος
ἐξέσπασα
τὸ
ἐγχειρίδιόν
μου
ἐκ
τοῦ
κολεοῦ
αὐτοῦ
καὶ
οὐκ
ἀποστρέψει
οὐκέτι
6
καὶ
σύ
υἱὲ
ἀνθρώπου
καταστέναξον
ἐν
συντριβῇ
ὀσφύος
σου
καὶ
ἐν
ὀδύναις
στενάξεις
κατ
ὀφθαλμοὺς
αὐτῶν
7
καὶ
ἔσται
ἐὰν
εἴπωσιν
πρὸς
σέ
ἕνεκα
τίνος
σὺ
στενάζεις
καὶ
ἐρεῗς
ἐπὶ
τῇ
ἀγγελίᾳ
διότι
ἔρχεται
καὶ
θραυσθήσεται
πᾶσα
καρδία
καὶ
πᾶσαι
χεῗρες
παραλυθήσονται
καὶ
ἐκψύξει
πᾶσα
σὰρξ
καὶ
πᾶν
πνεῦμα
καὶ
πάντες
μηροὶ
μολυνθήσονται
ὑγρασίᾳ
ἰδοὺ
ἔρχεται
καὶ
ἔσται
λέγει
κύριος
κύριος
8
καὶ
ἐγένετο
λόγος
κυρίου
πρός
με
λέγων
9
υἱὲ
ἀνθρώπου
προφήτευσον
καὶ
ἐρεῗς
τάδε
λέγει
κύριος
εἰπόν
ῥομφαία
ῥομφαία
ὀξύνου
καὶ
θυμώθητι
10
ὅπως
σφάξῃς
σφάγια
ὀξύνου
ὅπως
γένῃ
εἰς
στίλβωσιν
ἑτοίμη
εἰς
παράλυσιν
σφάζε
ἐξουδένει
ἀπωθοῦ
πᾶν
ξύλον
11
καὶ
ἔδωκεν
αὐτὴν
ἑτοίμην
τοῦ
κρατεῗν
χεῗρα
αὐτοῦ
ἐξηκονήθη
ῥομφαία
ἔστιν
ἑτοίμη
τοῦ
δοῦναι
αὐτὴν
εἰς
χεῗρα
ἀποκεντοῦντος
12
ἀνάκραγε
καὶ
ὀλόλυξον
υἱὲ
ἀνθρώπου
ὅτι
αὐτὴ
ἐγένετο
ἐν
τῷ
λαῷ
μου
αὐτὴ
ἐν
πᾶσιν
τοῗς
ἀφηγουμένοις
τοῦ
Ισραηλ
παροικήσουσιν
ἐπὶ
ῥομφαίᾳ
ἐγένετο
ἐν
τῷ
λαῷ
μου
διὰ
τοῦτο
κρότησον
ἐπὶ
τὴν
χεῗρά
σου
13
ὅτι
δεδικαίωται
καὶ
τί
εἰ
καὶ
φυλὴ
ἀπώσθη
οὐκ
ἔσται
λέγει
κύριος
κύριος
14
καὶ
σύ
υἱὲ
ἀνθρώπου
προφήτευσον
καὶ
κρότησον
χεῗρα
ἐπὶ
χεῗρα
καὶ
διπλασίασον
ῥομφαίαν
ἡ
τρίτη
ῥομφαία
τραυματιῶν
ἐστιν
ῥομφαία
τραυματιῶν
ἡ
μεγάλη
καὶ
ἐκστήσει
αὐτούς
15
ὅπως
θραυσθῇ
ἡ
καρδία
καὶ
πληθυνθῶσιν
οἱ
ἀσθενοῦντες
ἐπὶ
πᾶσαν
πύλην
αὐτῶν
παραδέδονται
εἰς
σφάγια
ῥομφαίας
εὖ
γέγονεν
εἰς
σφαγήν
εὖ
γέγονεν
εἰς
στίλβωσιν
16
διαπορεύου
ὀξύνου
ἐκ
δεξιῶν
καὶ
ἐξ
εὐωνύμων
οὗ
ἂν
τὸ
πρόσωπόν
σου
ἐξεγείρηται
17
καὶ
ἐγὼ
δὲ
κροτήσω
χεῗρά
μου
πρὸς
χεῗρά
μου
καὶ
ἐναφήσω
τὸν
θυμόν
μου
ἐγὼ
κύριος
λελάληκα
18
καὶ
ἐγένετο
λόγος
κυρίου
πρός
με
λέγων
19
καὶ
σύ
υἱὲ
ἀνθρώπου
διάταξον
σεαυτῷ
δύο
ὁδοὺς
τοῦ
εἰσελθεῗν
ῥομφαίαν
βασιλέως
Βαβυλῶνος
ἐκ
χώρας
μιᾶς
ἐξελεύσονται
αἱ
δύο
καὶ
χεὶρ
ἐν
ἀρχῇ
ὁδοῦ
πόλεως
ἐπ
ἀρχῆς
20
ὁδοῦ
διατάξεις
τοῦ
εἰσελθεῗν
ῥομφαίαν
ἐπὶ
Ραββαθ
υἱῶν
Αμμων
καὶ
ἐπὶ
τὴν
Ιουδαίαν
καὶ
ἐπὶ
Ιερουσαλημ
ἐν
μέσῳ
αὐτῆς
21
διότι
στήσεται
βασιλεὺς
Βαβυλῶνος
ἐπὶ
τὴν
ἀρχαίαν
ὁδὸν
ἐπ
ἀρχῆς
τῶν
δύο
ὁδῶν
τοῦ
μαντεύσασθαι
μαντείαν
τοῦ
ἀναβράσαι
ῥάβδον
καὶ
ἐπερωτῆσαι
ἐν
τοῗς
γλυπτοῗς
καὶ
ἡπατοσκοπήσασθαι
ἐκ
δεξιῶν
αὐτοῦ
22
ἐγένετο
τὸ
μαντεῗον
ἐπὶ
Ιερουσαλημ
τοῦ
βαλεῗν
χάρακα
τοῦ
διανοῗξαι
στόμα
ἐν
βοῇ
ὑψῶσαι
φωνὴν
μετὰ
κραυγῆς
τοῦ
βαλεῗν
χάρακα
ἐπὶ
τὰς
πύλας
αὐτῆς
καὶ
βαλεῗν
χῶμα
καὶ
οἰκοδομῆσαι
βελοστάσεις
23
καὶ
αὐτὸς
αὐτοῗς
ὡς
μαντευόμενος
μαντείαν
ἐνώπιον
αὐτῶν
καὶ
αὐτὸς
ἀναμιμνῄσκων
ἀδικίας
αὐτοῦ
μνησθῆναι
24
διὰ
τοῦτο
τάδε
λέγει
κύριος
ἀνθ
ὧν
ἀνεμνήσατε
τὰς
ἀδικίας
ὑμῶν
ἐν
τῷ
ἀποκαλυφθῆναι
τὰς
ἀσεβείας
ὑμῶν
τοῦ
ὁραθῆναι
ἁμαρτίας
ὑμῶν
ἐν
πάσαις
ταῗς
ἀσεβείαις
ὑμῶν
καὶ
ἐν
τοῗς
ἐπιτηδεύμασιν
ὑμῶν
ἀνθ
ὧν
ἀνεμνήσατε
ἐν
τούτοις
ἁλώσεσθε
25
καὶ
σύ
βέβηλε
ἄνομε
ἀφηγούμενε
τοῦ
Ισραηλ
οὗ
ἥκει
ἡ
ἡμέρα
ἐν
καιρῷ
ἀδικίας
πέρας
26
τάδε
λέγει
κύριος
ἀφείλου
τὴν
κίδαριν
καὶ
ἐπέθου
τὸν
στέφανον
αὕτη
οὐ
τοιαύτη
ἔσται
ἐταπείνωσας
τὸ
ὑψηλὸν
καὶ
τὸ
ταπεινὸν
ὕψωσας
27
ἀδικίαν
ἀδικίαν
θήσομαι
αὐτήν
οὐδ
αὕτη
τοιαύτη
ἔσται
ἕως
οὗ
ἔλθῃ
ᾧ
καθήκει
καὶ
παραδώσω
αὐτῷ
28
καὶ
σύ
υἱὲ
ἀνθρώπου
προφήτευσον
καὶ
ἐρεῗς
τάδε
λέγει
κύριος
πρὸς
τοὺς
υἱοὺς
Αμμων
καὶ
πρὸς
τὸν
ὀνειδισμὸν
αὐτῶν
καὶ
ἐρεῗς
ῥομφαία
ῥομφαία
ἐσπασμένη
εἰς
σφάγια
καὶ
ἐσπασμένη
εἰς
συντέλειαν
ἐγείρου
ὅπως
στίλβῃς
29
ἐν
τῇ
ὁράσει
σου
τῇ
ματαίᾳ
καὶ
ἐν
τῷ
μαντεύεσθαί
σε
ψευδῆ
τοῦ
παραδοῦναί
σε
ἐπὶ
τραχήλους
τραυματιῶν
ἀνόμων
ὧν
ἥκει
ἡ
ἡμέρα
ἐν
καιρῷ
ἀδικίας
πέρας
30
ἀπόστρεφε
μὴ
καταλύσῃς
ἐν
τῷ
τόπῳ
τούτῳ
ᾧ
γεγέννησαι
ἐν
τῇ
γῇ
τῇ
ἰδίᾳ
σου
κρινῶ
σε
31
καὶ
ἐκχεῶ
ἐπὶ
σὲ
ὀργήν
μου
ἐν
πυρὶ
ὀργῆς
μου
ἐμφυσήσω
ἐπὶ
σὲ
καὶ
παραδώσω
σε
εἰς
χεῗρας
ἀνδρῶν
βαρβάρων
τεκταινόντων
διαφθοράν
32
ἐν
πυρὶ
ἔσῃ
κατάβρωμα
τὸ
αἷμά
σου
ἔσται
ἐν
μέσῳ
τῆς
γῆς
σου
οὐ
μὴ
γένηταί
σου
μνεία
διότι
ἐγὼ
κύριος
λελάληκα
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss