Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Ezekiel
13
Ἰεζεκιήλ
1
2
3
…
11
12
13
14
15
…
46
47
48
1
καὶ
ἐγένετο
λόγος
κυρίου
πρός
με
λέγων
2
υἱὲ
ἀνθρώπου
προφήτευσον
ἐπὶ
τοὺς
προφήτας
τοῦ
Ισραηλ
καὶ
προφητεύσεις
καὶ
ἐρεῗς
πρὸς
αὐτούς
ἀκούσατε
λόγον
κυρίου
3
τάδε
λέγει
κύριος
οὐαὶ
τοῗς
προφητεύουσιν
ἀπὸ
καρδίας
αὐτῶν
καὶ
τὸ
καθόλου
μὴ
βλέπουσιν
4
οἱ
προφῆταί
σου
Ισραηλ
ὡς
ἀλώπεκες
ἐν
ταῗς
ἐρήμοις
5
οὐκ
ἔστησαν
ἐν
στερεώματι
καὶ
συνήγαγον
ποίμνια
ἐπὶ
τὸν
οἶκον
τοῦ
Ισραηλ
οὐκ
ἀνέστησαν
οἱ
λέγοντες
ἐν
ἡμέρᾳ
κυρίου
6
βλέποντες
ψευδῆ
μαντευόμενοι
μάταια
οἱ
λέγοντες
λέγει
κύριος
καὶ
κύριος
οὐκ
ἀπέσταλκεν
αὐτούς
καὶ
ἤρξαντο
τοῦ
ἀναστῆσαι
λόγον
7
οὐχ
ὅρασιν
ψευδῆ
ἑωράκατε
καὶ
μαντείας
ματαίας
εἰρήκατε
8
διὰ
τοῦτο
εἰπόν
τάδε
λέγει
κύριος
ἀνθ
ὧν
οἱ
λόγοι
ὑμῶν
ψευδεῗς
καὶ
αἱ
μαντεῗαι
ὑμῶν
μάταιαι
διὰ
τοῦτο
ἰδοὺ
ἐγὼ
ἐφ
ὑμᾶς
λέγει
κύριος
9
καὶ
ἐκτενῶ
τὴν
χεῗρά
μου
ἐπὶ
τοὺς
προφήτας
τοὺς
ὁρῶντας
ψευδῆ
καὶ
τοὺς
ἀποφθεγγομένους
μάταια
ἐν
παιδείᾳ
τοῦ
λαοῦ
μου
οὐκ
ἔσονται
οὐδὲ
ἐν
γραφῇ
οἴκου
Ισραηλ
οὐ
γραφήσονται
καὶ
εἰς
τὴν
γῆν
τοῦ
Ισραηλ
οὐκ
εἰσελεύσονται
καὶ
γνώσονται
διότι
ἐγὼ
κύριος
10
ἀνθ
ὧν
τὸν
λαόν
μου
ἐπλάνησαν
λέγοντες
εἰρήνη
εἰρήνη
καὶ
οὐκ
ἦν
εἰρήνη
καὶ
οὗτος
οἰκοδομεῗ
τοῗχον
καὶ
αὐτοὶ
ἀλείφουσιν
αὐτόν
εἰ
πεσεῗται
11
εἰπὸν
πρὸς
τοὺς
ἀλείφοντας
πεσεῗται
καὶ
ἔσται
ὑετὸς
κατακλύζων
καὶ
δώσω
λίθους
πετροβόλους
εἰς
τοὺς
ἐνδέσμους
αὐτῶν
καὶ
πεσοῦνται
καὶ
πνεῦμα
ἐξαῗρον
καὶ
ῥαγήσεται
12
καὶ
ἰδοὺ
πέπτωκεν
ὁ
τοῗχος
καὶ
οὐκ
ἐροῦσιν
πρὸς
ὑμᾶς
ποῦ
ἐστιν
ἡ
ἀλοιφὴ
ὑμῶν
ἣν
ἠλείψατε
13
διὰ
τοῦτο
τάδε
λέγει
κύριος
καὶ
ῥήξω
πνοὴν
ἐξαίρουσαν
μετὰ
θυμοῦ
καὶ
ὑετὸς
κατακλύζων
ἐν
ὀργῇ
μου
ἔσται
καὶ
τοὺς
λίθους
τοὺς
πετροβόλους
ἐν
θυμῷ
ἐπάξω
εἰς
συντέλειαν
14
καὶ
κατασκάψω
τὸν
τοῗχον
ὃν
ἠλείψατε
καὶ
πεσεῗται
καὶ
θήσω
αὐτὸν
ἐπὶ
τὴν
γῆν
καὶ
ἀποκαλυφθήσεται
τὰ
θεμέλια
αὐτοῦ
καὶ
πεσεῗται
καὶ
συντελεσθήσεσθε
μετ
ἐλέγχων
καὶ
ἐπιγνώσεσθε
διότι
ἐγὼ
κύριος
15
καὶ
συντελέσω
τὸν
θυμόν
μου
ἐπὶ
τὸν
τοῗχον
καὶ
ἐπὶ
τοὺς
ἀλείφοντας
αὐτόν
καὶ
πεσεῗται
καὶ
εἶπα
πρὸς
ὑμᾶς
οὐκ
ἔστιν
ὁ
τοῗχος
οὐδὲ
οἱ
ἀλείφοντες
αὐτὸν
16
προφῆται
τοῦ
Ισραηλ
οἱ
προφητεύοντες
ἐπὶ
Ιερουσαλημ
καὶ
οἱ
ὁρῶντες
αὐτῇ
εἰρήνην
καὶ
εἰρήνη
οὐκ
ἔστιν
λέγει
κύριος
17
καὶ
σύ
υἱὲ
ἀνθρώπου
στήρισον
τὸ
πρόσωπόν
σου
ἐπὶ
τὰς
θυγατέρας
τοῦ
λαοῦ
σου
τὰς
προφητευούσας
ἀπὸ
καρδίας
αὐτῶν
καὶ
προφήτευσον
ἐπ
αὐτὰς
18
καὶ
ἐρεῗς
τάδε
λέγει
κύριος
οὐαὶ
ταῗς
συρραπτούσαις
προσκεφάλαια
ἐπὶ
πάντα
ἀγκῶνα
χειρὸς
καὶ
ποιούσαις
ἐπιβόλαια
ἐπὶ
πᾶσαν
κεφαλὴν
πάσης
ἡλικίας
τοῦ
διαστρέφειν
ψυχάς
αἱ
ψυχαὶ
διεστράφησαν
τοῦ
λαοῦ
μου
καὶ
ψυχὰς
περιεποιοῦντο
19
καὶ
ἐβεβήλουν
με
πρὸς
τὸν
λαόν
μου
ἕνεκεν
δρακὸς
κριθῶν
καὶ
ἕνεκεν
κλασμάτων
ἄρτου
τοῦ
ἀποκτεῗναι
ψυχάς
ἃς
οὐκ
ἔδει
ἀποθανεῗν
καὶ
τοῦ
περιποιήσασθαι
ψυχάς
ἃς
οὐκ
ἔδει
ζῆσαι
ἐν
τῷ
ἀποφθέγγεσθαι
ὑμᾶς
λαῷ
εἰσακούοντι
μάταια
ἀποφθέγματα
20
διὰ
τοῦτο
τάδε
λέγει
κύριος
κύριος
ἰδοὺ
ἐγὼ
ἐπὶ
τὰ
προσκεφάλαια
ὑμῶν
ἐφ
ἃ
ὑμεῗς
συστρέφετε
ἐκεῗ
ψυχάς
καὶ
διαρρήξω
αὐτὰ
ἀπὸ
τῶν
βραχιόνων
ὑμῶν
καὶ
ἐξαποστελῶ
τὰς
ψυχάς
ἃς
ὑμεῗς
ἐκστρέφετε
τὰς
ψυχὰς
αὐτῶν
εἰς
διασκορπισμόν
21
καὶ
διαρρήξω
τὰ
ἐπιβόλαια
ὑμῶν
καὶ
ῥύσομαι
τὸν
λαόν
μου
ἐκ
χειρὸς
ὑμῶν
καὶ
οὐκέτι
ἔσονται
ἐν
χερσὶν
ὑμῶν
εἰς
συστροφήν
καὶ
ἐπιγνώσεσθε
διότι
ἐγὼ
κύριος
22
ἀνθ
ὧν
διεστρέφετε
καρδίαν
δικαίου
ἀδίκως
καὶ
ἐγὼ
οὐ
διέστρεφον
αὐτὸν
καὶ
τοῦ
κατισχῦσαι
χεῗρας
ἀνόμου
τὸ
καθόλου
μὴ
ἀποστρέψαι
ἀπὸ
τῆς
ὁδοῦ
αὐτοῦ
τῆς
πονηρᾶς
καὶ
ζῆσαι
αὐτόν
23
διὰ
τοῦτο
ψευδῆ
οὐ
μὴ
ἴδητε
καὶ
μαντείας
οὐ
μὴ
μαντεύσησθε
ἔτι
καὶ
ῥύσομαι
τὸν
λαόν
μου
ἐκ
χειρὸς
ὑμῶν
καὶ
γνώσεσθε
ὅτι
ἐγὼ
κύριος
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss