Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Isaiah
53
Ἠσαΐας
1
2
3
…
51
52
53
54
55
…
64
65
66
1
κύριε
τίς
ἐπίστευσεν
τῇ
ἀκοῇ
ἡμῶν
καὶ
ὁ
βραχίων
κυρίου
τίνι
ἀπεκαλύφθη
2
ἀνηγγείλαμεν
ἐναντίον
αὐτοῦ
ὡς
παιδίον
ὡς
ῥίζα
ἐν
γῇ
διψώσῃ
οὐκ
ἔστιν
εἶδος
αὐτῷ
οὐδὲ
δόξα
καὶ
εἴδομεν
αὐτόν
καὶ
οὐκ
εἶχεν
εἶδος
οὐδὲ
κάλλος
3
ἀλλὰ
τὸ
εἶδος
αὐτοῦ
ἄτιμον
ἐκλεῗπον
παρὰ
πάντας
ἀνθρώπους
ἄνθρωπος
ἐν
πληγῇ
ὢν
καὶ
εἰδὼς
φέρειν
μαλακίαν
ὅτι
ἀπέστραπται
τὸ
πρόσωπον
αὐτοῦ
ἠτιμάσθη
καὶ
οὐκ
ἐλογίσθη
4
οὗτος
τὰς
ἁμαρτίας
ἡμῶν
φέρει
καὶ
περὶ
ἡμῶν
ὀδυνᾶται
καὶ
ἡμεῗς
ἐλογισάμεθα
αὐτὸν
εἶναι
ἐν
πόνῳ
καὶ
ἐν
πληγῇ
καὶ
ἐν
κακώσει
5
αὐτὸς
δὲ
ἐτραυματίσθη
διὰ
τὰς
ἀνομίας
ἡμῶν
καὶ
μεμαλάκισται
διὰ
τὰς
ἁμαρτίας
ἡμῶν
παιδεία
εἰρήνης
ἡμῶν
ἐπ
αὐτόν
τῷ
μώλωπι
αὐτοῦ
ἡμεῗς
ἰάθημεν
6
πάντες
ὡς
πρόβατα
ἐπλανήθημεν
ἄνθρωπος
τῇ
ὁδῷ
αὐτοῦ
ἐπλανήθη
καὶ
κύριος
παρέδωκεν
αὐτὸν
ταῗς
ἁμαρτίαις
ἡμῶν
7
καὶ
αὐτὸς
διὰ
τὸ
κεκακῶσθαι
οὐκ
ἀνοίγει
τὸ
στόμα
ὡς
πρόβατον
ἐπὶ
σφαγὴν
ἤχθη
καὶ
ὡς
ἀμνὸς
ἐναντίον
τοῦ
κείροντος
αὐτὸν
ἄφωνος
οὕτως
οὐκ
ἀνοίγει
τὸ
στόμα
αὐτοῦ
8
ἐν
τῇ
ταπεινώσει
ἡ
κρίσις
αὐτοῦ
ἤρθη
τὴν
γενεὰν
αὐτοῦ
τίς
διηγήσεται
ὅτι
αἴρεται
ἀπὸ
τῆς
γῆς
ἡ
ζωὴ
αὐτοῦ
ἀπὸ
τῶν
ἀνομιῶν
τοῦ
λαοῦ
μου
ἤχθη
εἰς
θάνατον
9
καὶ
δώσω
τοὺς
πονηροὺς
ἀντὶ
τῆς
ταφῆς
αὐτοῦ
καὶ
τοὺς
πλουσίους
ἀντὶ
τοῦ
θανάτου
αὐτοῦ
ὅτι
ἀνομίαν
οὐκ
ἐποίησεν
οὐδὲ
εὑρέθη
δόλος
ἐν
τῷ
στόματι
αὐτοῦ
10
καὶ
κύριος
βούλεται
καθαρίσαι
αὐτὸν
τῆς
πληγῆς
ἐὰν
δῶτε
περὶ
ἁμαρτίας
ἡ
ψυχὴ
ὑμῶν
ὄψεται
σπέρμα
μακρόβιον
καὶ
βούλεται
κύριος
ἀφελεῗν
11
ἀπὸ
τοῦ
πόνου
τῆς
ψυχῆς
αὐτοῦ
δεῗξαι
αὐτῷ
φῶς
καὶ
πλάσαι
τῇ
συνέσει
δικαιῶσαι
δίκαιον
εὖ
δουλεύοντα
πολλοῗς
καὶ
τὰς
ἁμαρτίας
αὐτῶν
αὐτὸς
ἀνοίσει
12
διὰ
τοῦτο
αὐτὸς
κληρονομήσει
πολλοὺς
καὶ
τῶν
ἰσχυρῶν
μεριεῗ
σκῦλα
ἀνθ
ὧν
παρεδόθη
εἰς
θάνατον
ἡ
ψυχὴ
αὐτοῦ
καὶ
ἐν
τοῗς
ἀνόμοις
ἐλογίσθη
καὶ
αὐτὸς
ἁμαρτίας
πολλῶν
ἀνήνεγκεν
καὶ
διὰ
τὰς
ἁμαρτίας
αὐτῶν
παρεδόθη
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss