Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Isaiah
35
Ἠσαΐας
1
2
3
…
33
34
35
36
37
…
64
65
66
1
εὐφράνθητι
ἔρημος
διψῶσα
ἀγαλλιάσθω
ἔρημος
καὶ
ἀνθείτω
ὡς
κρίνον
2
καὶ
ἐξανθήσει
καὶ
ἀγαλλιάσεται
τὰ
ἔρημα
τοῦ
Ιορδάνου
καὶ
ἡ
δόξα
τοῦ
Λιβάνου
ἐδόθη
αὐτῇ
καὶ
ἡ
τιμὴ
τοῦ
Καρμήλου
καὶ
ὁ
λαός
μου
ὄψεται
τὴν
δόξαν
κυρίου
καὶ
τὸ
ὕψος
τοῦ
θεοῦ
3
ἰσχύσατε
χεῗρες
ἀνειμέναι
καὶ
γόνατα
παραλελυμένα
4
παρακαλέσατε
οἱ
ὀλιγόψυχοι
τῇ
διανοίᾳ
ἰσχύσατε
μὴ
φοβεῗσθε
ἰδοὺ
ὁ
θεὸς
ἡμῶν
κρίσιν
ἀνταποδίδωσιν
καὶ
ἀνταποδώσει
αὐτὸς
ἥξει
καὶ
σώσει
ἡμᾶς
5
τότε
ἀνοιχθήσονται
ὀφθαλμοὶ
τυφλῶν
καὶ
ὦτα
κωφῶν
ἀκούσονται
6
τότε
ἁλεῗται
ὡς
ἔλαφος
ὁ
χωλός
καὶ
τρανὴ
ἔσται
γλῶσσα
μογιλάλων
ὅτι
ἐρράγη
ἐν
τῇ
ἐρήμῳ
ὕδωρ
καὶ
φάραγξ
ἐν
γῇ
διψώσῃ
7
καὶ
ἡ
ἄνυδρος
ἔσται
εἰς
ἕλη
καὶ
εἰς
τὴν
διψῶσαν
γῆν
πηγὴ
ὕδατος
ἔσται
ἐκεῗ
εὐφροσύνη
ὀρνέων
ἔπαυλις
καλάμου
καὶ
ἕλη
8
ἐκεῗ
ἔσται
ὁδὸς
καθαρὰ
καὶ
ὁδὸς
ἁγία
κληθήσεται
καὶ
οὐ
μὴ
παρέλθῃ
ἐκεῗ
ἀκάθαρτος
οὐδὲ
ἔσται
ἐκεῗ
ὁδὸς
ἀκάθαρτος
οἱ
δὲ
διεσπαρμένοι
πορεύσονται
ἐπ
αὐτῆς
καὶ
οὐ
μὴ
πλανηθῶσιν
9
καὶ
οὐκ
ἔσται
ἐκεῗ
λέων
οὐδὲ
τῶν
θηρίων
τῶν
πονηρῶν
οὐ
μὴ
ἀναβῇ
ἐπ
αὐτὴν
οὐδὲ
μὴ
εὑρεθῇ
ἐκεῗ
ἀλλὰ
πορεύσονται
ἐν
αὐτῇ
λελυτρωμένοι
10
καὶ
συνηγμένοι
διὰ
κύριον
ἀποστραφήσονται
καὶ
ἥξουσιν
εἰς
Σιων
μετ
εὐφροσύνης
καὶ
εὐφροσύνη
αἰώνιος
ὑπὲρ
κεφαλῆς
αὐτῶν
ἐπὶ
γὰρ
κεφαλῆς
αὐτῶν
αἴνεσις
καὶ
ἀγαλλίαμα
καὶ
εὐφροσύνη
καταλήμψεται
αὐτούς
ἀπέδρα
ὀδύνη
καὶ
λύπη
καὶ
στεναγμός
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss