Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Isaiah
31
Ἠσαΐας
1
2
3
…
29
30
31
32
33
…
64
65
66
1
οὐαὶ
οἱ
καταβαίνοντες
εἰς
Αἴγυπτον
ἐπὶ
βοήθειαν
οἱ
ἐφ
ἵπποις
πεποιθότες
καὶ
ἐφ
ἅρμασιν
ἔστιν
γὰρ
πολλά
καὶ
ἐφ
ἵπποις
πλῆθος
σφόδρα
καὶ
οὐκ
ἦσαν
πεποιθότες
ἐπὶ
τὸν
ἅγιον
τοῦ
Ισραηλ
καὶ
τὸν
θεὸν
οὐκ
ἐξεζήτησαν
2
καὶ
αὐτὸς
σοφὸς
ἦγεν
ἐπ
αὐτοὺς
κακά
καὶ
ὁ
λόγος
αὐτοῦ
οὐ
μὴ
ἀθετηθῇ
καὶ
ἐπαναστήσεται
ἐπ
οἴκους
ἀνθρώπων
πονηρῶν
καὶ
ἐπὶ
τὴν
ἐλπίδα
αὐτῶν
τὴν
ματαίαν
3
Αἰγύπτιον
ἄνθρωπον
καὶ
οὐ
θεόν
ἵππων
σάρκας
καὶ
οὐκ
ἔστιν
βοήθεια
ὁ
δὲ
κύριος
ἐπάξει
τὴν
χεῗρα
αὐτοῦ
ἐπ
αὐτούς
καὶ
κοπιάσουσιν
οἱ
βοηθοῦντες
καὶ
ἅμα
πάντες
ἀπολοῦνται
4
ὅτι
οὕτως
εἶπέν
μοι
κύριος
ὃν
τρόπον
ἐὰν
βοήσῃ
ὁ
λέων
ἢ
ὁ
σκύμνος
ἐπὶ
τῇ
θήρᾳ
ᾗ
ἔλαβεν
καὶ
κεκράξῃ
ἐπ
αὐτῇ
ἕως
ἂν
ἐμπλησθῇ
τὰ
ὄρη
τῆς
φωνῆς
αὐτοῦ
καὶ
ἡττήθησαν
καὶ
τὸ
πλῆθος
τοῦ
θυμοῦ
ἐπτοήθησαν
οὕτως
καταβήσεται
κύριος
σαβαωθ
ἐπιστρατεῦσαι
ἐπὶ
τὸ
ὄρος
τὸ
Σιων
ἐπὶ
τὰ
ὄρη
αὐτῆς
5
ὡς
ὄρνεα
πετόμενα
οὕτως
ὑπερασπιεῗ
κύριος
ὑπὲρ
Ιερουσαλημ
καὶ
ἐξελεῗται
καὶ
περιποιήσεται
καὶ
σώσει
6
ἐπιστράφητε
οἱ
τὴν
βαθεῗαν
βουλὴν
βουλευόμενοι
καὶ
ἄνομον
7
ὅτι
τῇ
ἡμέρᾳ
ἐκείνῃ
ἀπαρνήσονται
οἱ
ἄνθρωποι
τὰ
χειροποίητα
αὐτῶν
τὰ
ἀργυρᾶ
καὶ
τὰ
χρυσᾶ
ἃ
ἐποίησαν
αἱ
χεῗρες
αὐτῶν
8
καὶ
πεσεῗται
Ασσουρ
οὐ
μάχαιρα
ἀνδρὸς
οὐδὲ
μάχαιρα
ἀνθρώπου
καταφάγεται
αὐτόν
καὶ
φεύξεται
οὐκ
ἀπὸ
προσώπου
μαχαίρας
οἱ
δὲ
νεανίσκοι
ἔσονται
εἰς
ἥττημα
9
πέτρᾳ
γὰρ
περιλημφθήσονται
ὡς
χάρακι
καὶ
ἡττηθήσονται
ὁ
δὲ
φεύγων
ἁλώσεται
τάδε
λέγει
κύριος
μακάριος
ὃς
ἔχει
ἐν
Σιων
σπέρμα
καὶ
οἰκείους
ἐν
Ιερουσαλημ
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss