Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Isaiah
26
Ἠσαΐας
1
2
3
…
24
25
26
27
28
…
64
65
66
1
τῇ
ἡμέρᾳ
ἐκείνῃ
ᾄσονται
τὸ
ᾆσμα
τοῦτο
ἐπὶ
γῆς
Ιουδα
λέγοντες
ἰδοὺ
πόλις
ὀχυρά
καὶ
σωτήριον
ἡμῶν
θήσει
τεῗχος
καὶ
περίτειχος
2
ἀνοίξατε
πύλας
εἰσελθάτω
λαὸς
φυλάσσων
δικαιοσύνην
καὶ
φυλάσσων
ἀλήθειαν
3
ἀντιλαμβανόμενος
ἀληθείας
καὶ
φυλάσσων
εἰρήνην
ὅτι
ἐπὶ
σοὶ
4
ἤλπισαν
κύριε
ἕως
τοῦ
αἰῶνος
ὁ
θεὸς
ὁ
μέγας
ὁ
αἰώνιος
5
ὃς
ταπεινώσας
κατήγαγες
τοὺς
ἐνοικοῦντας
ἐν
ὑψηλοῗς
πόλεις
ὀχυρὰς
καταβαλεῗς
καὶ
κατάξεις
ἕως
ἐδάφους
6
καὶ
πατήσουσιν
αὐτοὺς
πόδες
πραέων
καὶ
ταπεινῶν
7
ὁδὸς
εὐσεβῶν
εὐθεῗα
ἐγένετο
καὶ
παρεσκευασμένη
ἡ
ὁδὸς
τῶν
εὐσεβῶν
8
ἡ
γὰρ
ὁδὸς
κυρίου
κρίσις
ἠλπίσαμεν
ἐπὶ
τῷ
ὀνόματί
σου
καὶ
ἐπὶ
τῇ
μνείᾳ
9
ᾗ
ἐπιθυμεῗ
ἡ
ψυχὴ
ἡμῶν
ἐκ
νυκτὸς
ὀρθρίζει
τὸ
πνεῦμά
μου
πρὸς
σέ
ὁ
θεός
διότι
φῶς
τὰ
προστάγματά
σου
ἐπὶ
τῆς
γῆς
δικαιοσύνην
μάθετε
οἱ
ἐνοικοῦντες
ἐπὶ
τῆς
γῆς
10
πέπαυται
γὰρ
ὁ
ἀσεβής
οὐ
μὴ
μάθῃ
δικαιοσύνην
ἐπὶ
τῆς
γῆς
ἀλήθειαν
οὐ
μὴ
ποιήσῃ
ἀρθήτω
ὁ
ἀσεβής
ἵνα
μὴ
ἴδῃ
τὴν
δόξαν
κυρίου
11
κύριε
ὑψηλός
σου
ὁ
βραχίων
καὶ
οὐκ
ᾔδεισαν
γνόντες
δὲ
αἰσχυνθήσονται
ζῆλος
λήμψεται
λαὸν
ἀπαίδευτον
καὶ
νῦν
πῦρ
τοὺς
ὑπεναντίους
ἔδεται
12
κύριε
ὁ
θεὸς
ἡμῶν
εἰρήνην
δὸς
ἡμῗν
πάντα
γὰρ
ἀπέδωκας
ἡμῗν
13
κύριε
ὁ
θεὸς
ἡμῶν
κτῆσαι
ἡμᾶς
κύριε
ἐκτὸς
σοῦ
ἄλλον
οὐκ
οἴδαμεν
τὸ
ὄνομά
σου
ὀνομάζομεν
14
οἱ
δὲ
νεκροὶ
ζωὴν
οὐ
μὴ
ἴδωσιν
οὐδὲ
ἰατροὶ
οὐ
μὴ
ἀναστήσωσιν
διὰ
τοῦτο
ἐπήγαγες
καὶ
ἀπώλεσας
καὶ
ἦρας
πᾶν
ἄρσεν
αὐτῶν
15
πρόσθες
αὐτοῗς
κακά
κύριε
πρόσθες
κακὰ
πᾶσιν
τοῗς
ἐνδόξοις
τῆς
γῆς
16
κύριε
ἐν
θλίψει
ἐμνήσθην
σου
ἐν
θλίψει
μικρᾷ
ἡ
παιδεία
σου
ἡμῗν
17
καὶ
ὡς
ἡ
ὠδίνουσα
ἐγγίζει
τοῦ
τεκεῗν
καὶ
ἐπὶ
τῇ
ὠδῗνι
αὐτῆς
ἐκέκραξεν
οὕτως
ἐγενήθημεν
τῷ
ἀγαπητῷ
σου
διὰ
τὸν
φόβον
σου
κύριε
18
ἐν
γαστρὶ
ἐλάβομεν
καὶ
ὠδινήσαμεν
καὶ
ἐτέκομεν
πνεῦμα
σωτηρίας
σου
ἐποιήσαμεν
ἐπὶ
τῆς
γῆς
ἀλλὰ
πεσοῦνται
οἱ
ἐνοικοῦντες
ἐπὶ
τῆς
γῆς
19
ἀναστήσονται
οἱ
νεκροί
καὶ
ἐγερθήσονται
οἱ
ἐν
τοῗς
μνημείοις
καὶ
εὐφρανθήσονται
οἱ
ἐν
τῇ
γῇ
ἡ
γὰρ
δρόσος
ἡ
παρὰ
σοῦ
ἴαμα
αὐτοῗς
ἐστιν
ἡ
δὲ
γῆ
τῶν
ἀσεβῶν
πεσεῗται
20
βάδιζε
λαός
μου
εἴσελθε
εἰς
τὰ
ταμίειά
σου
ἀπόκλεισον
τὴν
θύραν
σου
ἀποκρύβηθι
μικρὸν
ὅσον
ὅσον
ἕως
ἂν
παρέλθῃ
ἡ
ὀργὴ
κυρίου
21
ἰδοὺ
γὰρ
κύριος
ἀπὸ
τοῦ
ἁγίου
ἐπάγει
τὴν
ὀργὴν
ἐπὶ
τοὺς
ἐνοικοῦντας
ἐπὶ
τῆς
γῆς
καὶ
ἀνακαλύψει
ἡ
γῆ
τὸ
αἷμα
αὐτῆς
καὶ
οὐ
κατακαλύψει
τοὺς
ἀνῃρημένους
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss