Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Isaiah
22
Ἠσαΐας
1
2
3
…
20
21
22
23
24
…
64
65
66
1
τὸ
ῥῆμα
τῆς
φάραγγος
Σιων
τί
ἐγένετό
σοι
νῦν
ὅτι
ἀνέβητε
πάντες
εἰς
δώματα
2
μάταια
ἐνεπλήσθη
ἡ
πόλις
βοώντων
οἱ
τραυματίαι
σου
οὐ
τραυματίαι
μαχαίρας
οὐδὲ
οἱ
νεκροί
σου
νεκροὶ
πολέμου
3
πάντες
οἱ
ἄρχοντές
σου
πεφεύγασιν
καὶ
οἱ
ἁλόντες
σκληρῶς
δεδεμένοι
εἰσίν
καὶ
οἱ
ἰσχύοντες
ἐν
σοὶ
πόρρω
πεφεύγασιν
4
διὰ
τοῦτο
εἶπα
ἄφετέ
με
πικρῶς
κλαύσομαι
μὴ
κατισχύσητε
παρακαλεῗν
με
ἐπὶ
τὸ
σύντριμμα
τῆς
θυγατρὸς
τοῦ
γένους
μου
5
ὅτι
ἡμέρα
ταραχῆς
καὶ
ἀπωλείας
καὶ
καταπατήματος
καὶ
πλάνησις
παρὰ
κυρίου
σαβαωθ
ἐν
φάραγγι
Σιων
πλανῶνται
ἀπὸ
μικροῦ
ἕως
μεγάλου
πλανῶνται
ἐπὶ
τὰ
ὄρη
6
οἱ
δὲ
Αιλαμῗται
ἔλαβον
φαρέτρας
ἀναβάται
ἄνθρωποι
ἐφ
ἵπποις
καὶ
συναγωγὴ
παρατάξεως
7
καὶ
ἔσονται
αἱ
ἐκλεκταὶ
φάραγγές
σου
πλησθήσονται
ἁρμάτων
οἱ
δὲ
ἱππεῗς
ἐμφράξουσι
τὰς
πύλας
σου
8
καὶ
ἀνακαλύψουσιν
τὰς
πύλας
Ιουδα
καὶ
ἐμβλέψονται
τῇ
ἡμέρᾳ
ἐκείνῃ
εἰς
τοὺς
ἐκλεκτοὺς
οἴκους
τῆς
πόλεως
9
καὶ
ἀνακαλύψουσιν
τὰ
κρυπτὰ
τῶν
οἴκων
τῆς
ἄκρας
Δαυιδ
καὶ
εἴδοσαν
ὅτι
πλείους
εἰσὶν
καὶ
ὅτι
ἀπέστρεψαν
τὸ
ὕδωρ
τῆς
ἀρχαίας
κολυμβήθρας
εἰς
τὴν
πόλιν
10
καὶ
ὅτι
καθείλοσαν
τοὺς
οἴκους
Ιερουσαλημ
εἰς
ὀχύρωμα
τοῦ
τείχους
τῇ
πόλει
11
καὶ
ἐποιήσατε
ἑαυτοῗς
ὕδωρ
ἀνὰ
μέσον
τῶν
δύο
τειχέων
ἐσώτερον
τῆς
κολυμβήθρας
τῆς
ἀρχαίας
καὶ
οὐκ
ἐνεβλέψατε
εἰς
τὸν
ἀπ
ἀρχῆς
ποιήσαντα
αὐτὴν
καὶ
τὸν
κτίσαντα
αὐτὴν
οὐκ
εἴδετε
12
καὶ
ἐκάλεσεν
κύριος
σαβαωθ
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
κλαυθμὸν
καὶ
κοπετὸν
καὶ
ξύρησιν
καὶ
ζῶσιν
σάκκων
13
αὐτοὶ
δὲ
ἐποιήσαντο
εὐφροσύνην
καὶ
ἀγαλλίαμα
σφάζοντες
μόσχους
καὶ
θύοντες
πρόβατα
ὥστε
φαγεῗν
κρέα
καὶ
πιεῗν
οἶνον
λέγοντες
φάγωμεν
καὶ
πίωμεν
αὔριον
γὰρ
ἀποθνῄσκομεν
14
καὶ
ἀνακεκαλυμμένα
ταῦτά
ἐστιν
ἐν
τοῗς
ὠσὶν
κυρίου
σαβαωθ
ὅτι
οὐκ
ἀφεθήσεται
ὑμῗν
αὕτη
ἡ
ἁμαρτία
ἕως
ἂν
ἀποθάνητε
15
τάδε
λέγει
κύριος
σαβαωθ
πορεύου
εἰς
τὸ
παστοφόριον
πρὸς
Σομναν
τὸν
ταμίαν
καὶ
εἰπὸν
αὐτῷ
16
τί
σὺ
ὧδε
καὶ
τί
σοί
ἐστιν
ὧδε
ὅτι
ἐλατόμησας
σεαυτῷ
ὧδε
μνημεῗον
καὶ
ἐποίησας
σεαυτῷ
ἐν
ὑψηλῷ
μνημεῗον
καὶ
ἔγραψας
σεαυτῷ
ἐν
πέτρᾳ
σκηνήν
17
ἰδοὺ
δὴ
κύριος
σαβαωθ
ἐκβαλεῗ
καὶ
ἐκτρίψει
ἄνδρα
καὶ
ἀφελεῗ
τὴν
στολήν
σου
18
καὶ
τὸν
στέφανόν
σου
τὸν
ἔνδοξον
καὶ
ῥίψει
σε
εἰς
χώραν
μεγάλην
καὶ
ἀμέτρητον
καὶ
ἐκεῗ
ἀποθανῇ
καὶ
θήσει
τὸ
ἅρμα
σου
τὸ
καλὸν
εἰς
ἀτιμίαν
καὶ
τὸν
οἶκον
τοῦ
ἄρχοντός
σου
εἰς
καταπάτημα
19
καὶ
ἀφαιρεθήσῃ
ἐκ
τῆς
οἰκονομίας
σου
καὶ
ἐκ
τῆς
στάσεώς
σου
20
καὶ
ἔσται
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
καλέσω
τὸν
παῗδά
μου
Ελιακιμ
τὸν
τοῦ
Χελκιου
21
καὶ
ἐνδύσω
αὐτὸν
τὴν
στολήν
σου
καὶ
τὸν
στέφανόν
σου
δώσω
αὐτῷ
καὶ
τὸ
κράτος
καὶ
τὴν
οἰκονομίαν
σου
δώσω
εἰς
τὰς
χεῗρας
αὐτοῦ
καὶ
ἔσται
ὡς
πατὴρ
τοῗς
ἐνοικοῦσιν
ἐν
Ιερουσαλημ
καὶ
τοῗς
ἐνοικοῦσιν
ἐν
Ιουδα
22
καὶ
δώσω
τὴν
δόξαν
Δαυιδ
αὐτῷ
καὶ
ἄρξει
καὶ
οὐκ
ἔσται
ὁ
ἀντιλέγων
23
καὶ
στήσω
αὐτὸν
ἄρχοντα
ἐν
τόπῳ
πιστῷ
καὶ
ἔσται
εἰς
θρόνον
δόξης
τοῦ
οἴκου
τοῦ
πατρὸς
αὐτοῦ
24
καὶ
ἔσται
πεποιθὼς
ἐπ
αὐτὸν
πᾶς
ἔνδοξος
ἐν
τῷ
οἴκῳ
τοῦ
πατρὸς
αὐτοῦ
ἀπὸ
μικροῦ
ἕως
μεγάλου
καὶ
ἔσονται
ἐπικρεμάμενοι
αὐτῷ
25
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
τάδε
λέγει
κύριος
σαβαωθ
κινηθήσεται
ὁ
ἄνθρωπος
ὁ
ἐστηριγμένος
ἐν
τόπῳ
πιστῷ
καὶ
πεσεῗται
καὶ
ἀφαιρεθήσεται
ἡ
δόξα
ἡ
ἐπ
αὐτόν
ὅτι
κύριος
ἐλάλησεν
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss