Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Psalms
98
Ψαλμοί
1
2
3
…
96
97
98
99
100
…
148
149
150
1
ψαλμὸς
τῷ
Δαυιδ
ᾄσατε
τῷ
κυρίῳ
ᾆσμα
καινόν
ὅτι
θαυμαστὰ
ἐποίησεν
κύριος
ἔσωσεν
αὐτῷ
ἡ
δεξιὰ
αὐτοῦ
καὶ
ὁ
βραχίων
ὁ
ἅγιος
αὐτοῦ
2
ἐγνώρισεν
κύριος
τὸ
σωτήριον
αὐτοῦ
ἐναντίον
τῶν
ἐθνῶν
ἀπεκάλυψεν
τὴν
δικαιοσύνην
αὐτοῦ
3
ἐμνήσθη
τοῦ
ἐλέους
αὐτοῦ
τῷ
Ιακωβ
καὶ
τῆς
ἀληθείας
αὐτοῦ
τῷ
οἴκῳ
Ισραηλ
εἴδοσαν
πάντα
τὰ
πέρατα
τῆς
γῆς
τὸ
σωτήριον
τοῦ
θεοῦ
ἡμῶν
4
ἀλαλάξατε
τῷ
θεῷ
πᾶσα
ἡ
γῆ
ᾄσατε
καὶ
ἀγαλλιᾶσθε
καὶ
ψάλατε
5
ψάλατε
τῷ
κυρίῳ
ἐν
κιθάρᾳ
ἐν
κιθάρᾳ
καὶ
φωνῇ
ψαλμοῦ
6
ἐν
σάλπιγξιν
ἐλαταῗς
καὶ
φωνῇ
σάλπιγγος
κερατίνης
ἀλαλάξατε
ἐνώπιον
τοῦ
βασιλέως
κυρίου
7
σαλευθήτω
ἡ
θάλασσα
καὶ
τὸ
πλήρωμα
αὐτῆς
ἡ
οἰκουμένη
καὶ
οἱ
κατοικοῦντες
ἐν
αὐτῇ
8
ποταμοὶ
κροτήσουσιν
χειρὶ
ἐπὶ
τὸ
αὐτό
τὰ
ὄρη
ἀγαλλιάσονται
9
ὅτι
ἥκει
κρῗναι
τὴν
γῆν
κρινεῗ
τὴν
οἰκουμένην
ἐν
δικαιοσύνῃ
καὶ
λαοὺς
ἐν
εὐθύτητι
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss