Λόγος
Greek
Login
Learn
Books
Lexicon
Grammar
Books
/
Psalms
81
Ψαλμοί
1
2
3
…
79
80
81
82
83
…
148
149
150
1
εἰς
τὸ
τέλος
ὑπὲρ
τῶν
ληνῶν
τῷ
Ασαφ
ψαλμός
ἀγαλλιᾶσθε
τῷ
θεῷ
τῷ
βοηθῷ
ἡμῶν
ἀλαλάξατε
τῷ
θεῷ
Ιακωβ
2
λάβετε
ψαλμὸν
καὶ
δότε
τύμπανον
ψαλτήριον
τερπνὸν
μετὰ
κιθάρας
3
σαλπίσατε
ἐν
νεομηνίᾳ
σάλπιγγι
ἐν
εὐσήμῳ
ἡμέρᾳ
ἑορτῆς
ἡμῶν
4
ὅτι
πρόσταγμα
τῷ
Ισραηλ
ἐστὶν
καὶ
κρίμα
τῷ
θεῷ
Ιακωβ
5
μαρτύριον
ἐν
τῷ
Ιωσηφ
ἔθετο
αὐτὸν
ἐν
τῷ
ἐξελθεῗν
αὐτὸν
ἐκ
γῆς
Αἰγύπτου
γλῶσσαν
ἣν
οὐκ
ἔγνω
ἤκουσεν
6
ἀπέστησεν
ἀπὸ
ἄρσεων
τὸν
νῶτον
αὐτοῦ
αἱ
χεῗρες
αὐτοῦ
ἐν
τῷ
κοφίνῳ
ἐδούλευσαν
7
ἐν
θλίψει
ἐπεκαλέσω
με
καὶ
ἐρρυσάμην
σε
ἐπήκουσά
σου
ἐν
ἀποκρύφῳ
καταιγίδος
ἐδοκίμασά
σε
ἐπὶ
ὕδατος
ἀντιλογίας
διάψαλμα
8
ἄκουσον
λαός
μου
καὶ
διαμαρτύρομαί
σοι
Ισραηλ
ἐὰν
ἀκούσῃς
μου
9
οὐκ
ἔσται
ἐν
σοὶ
θεὸς
πρόσφατος
οὐδὲ
προσκυνήσεις
θεῷ
ἀλλοτρίῳ
10
ἐγὼ
γάρ
εἰμι
κύριος
ὁ
θεός
σου
ὁ
ἀναγαγών
σε
ἐκ
γῆς
Αἰγύπτου
πλάτυνον
τὸ
στόμα
σου
καὶ
πληρώσω
αὐτό
11
καὶ
οὐκ
ἤκουσεν
ὁ
λαός
μου
τῆς
φωνῆς
μου
καὶ
Ισραηλ
οὐ
προσέσχεν
μοι
12
καὶ
ἐξαπέστειλα
αὐτοὺς
κατὰ
τὰ
ἐπιτηδεύματα
τῶν
καρδιῶν
αὐτῶν
πορεύσονται
ἐν
τοῗς
ἐπιτηδεύμασιν
αὐτῶν
13
εἰ
ὁ
λαός
μου
ἤκουσέν
μου
Ισραηλ
ταῗς
ὁδοῗς
μου
εἰ
ἐπορεύθη
14
ἐν
τῷ
μηδενὶ
ἂν
τοὺς
ἐχθροὺς
αὐτῶν
ἐταπείνωσα
καὶ
ἐπὶ
τοὺς
θλίβοντας
αὐτοὺς
ἐπέβαλον
τὴν
χεῗρά
μου
15
οἱ
ἐχθροὶ
κυρίου
ἐψεύσαντο
αὐτῷ
καὶ
ἔσται
ὁ
καιρὸς
αὐτῶν
εἰς
τὸν
αἰῶνα
16
καὶ
ἐψώμισεν
αὐτοὺς
ἐκ
στέατος
πυροῦ
καὶ
ἐκ
πέτρας
μέλι
ἐχόρτασεν
αὐτούς
Septuagint
No translation
KJV
AmericanStandard
DouayRheims
Darby
EnglishRevised
Webster
WorldEnglish
YoungsLiteral
AmericanKJV
Microsoft Athina
Gloss